Click on
title of any passage numbered in red to access an English translation.
39. |
Imperial Images in Jerusalem |
55 |
(About 26 CE
Pontius)
Πιλᾶτος δὲ ὁ τῆς
Ἰουδαίας ἡγεμὼν
στρατιὰν ἐκ
Καισαρείας
ἀγαγὼν καὶ μεθιδρύσας
χειμαδιοῦσαν ἐν
Ἱεροσολύμοις
ἐπὶ καταλύσει τῶν νομίμων
τῶν Ἰουδαϊκῶν ἐφρόνησε,
προτομὰς
(Tiberius)
Καίσαρος,
αἳ ταῖς σημαίαις προσῆσαν,
εἰσαγόμενος εἰς τὴν πόλιν,
εἰκόνων
ποίησιν ἀπαγορεύοντος
ἡμῖν τοῦ νόμου. |
56 |
καὶ διὰ τοῦτο
οἱ πρότερον ἡγεμόνες
ταῖς μὴ μετὰ τοιῶνδε
κόσμων σημαίαις
ἐποιοῦντο εἴσοδον τῇ
πόλει. πρῶτος δὲ Πιλᾶτος
ἀγνοίᾳ τῶν
ἀνθρώπων διὰ τὸ νύκτωρ
γενέσθαι τὴν εἴσοδον
ἱδρύεται τὰς εἰκόνας
φέρων εἰς τὰ Ἱεροσόλυμα. |
57 |
οἱ δ᾽ ἐπεὶ ἔγνωσαν
κατὰ
πληθὺν παρῆσαν εἰς Καισάρειαν
ἱκετείαν ποιούμενοι ἐπὶ
πολλὰς
ἡμέρας ἐπὶ μεταθέσει τῶν
εἰκόνων. |
|
--- Josephus,
Antiquities
18.55-57 |
40. |
Protesters over
Use of Temple Funds Killed |
60 |
Ὑδάτων δὲ ἐπαγωγὴν
εἰς τὰ
Ἱεροσόλυμα
(Pilate)
ἔπραξεν δαπάνῃ τῶν ἱερῶν
χρημάτων ἐκλαβὼν τὴν ἀρχὴν
τοῦ ῥεύματος
ὅσον ἀπὸ σταδίων διακοσίων,
οἱ δ᾽ οὐκ ἠγάπων τοῖς ἀμφὶ τὸ
ὕδωρ
δρωμένοις πολλαί τε μυριάδες
ἀνθρώπων συνελθόντες κατεβόων
αὐτοῦ
παύσασθαι τοῦ ἐπὶ τοιούτοις
προθυμουμένου, τινὲς δὲ καὶ
λοιδορίᾳ
χρώμενοι ὕβριζον εἰς τὸν
ἄνδρα, οἷα δὴ φιλεῖ πράσσειν
ὅμιλος. |
61 |
ὁ δὲ στολῇ τῇ
ἐκείνων πολὺ πλῆθος
στρατιωτῶν ἀμπεχόμενον,
οἳ ἐφέροντο σκυτάλας ὑπὸ
ταῖς στολαῖς, διαπέμψας εἰς ὃ
περιέλθοιεν αὐτούς, αὐτὸς
ἐκέλευσεν ἀναχωρεῖν. τῶν δὲ
ὡρμηκότων
εἰς
τὸ λοιδορεῖν ἀποδίδωσι
τοῖς στρατιώταις ὃ προσυνέκειτο
σημεῖον. |
62 |
οἱ δὲ καὶ πολὺ
μειζόνως ἤπερ ἐπέταξεν
Πιλᾶτος ἐχρῶντο πληγαῖς τούς τε
θορυβοῦντας
ἐν ἴσῳ καὶ μὴ κολάζοντες
οἱ δ᾽ εἰσεφέροντο μαλακὸν
οὐδέν...πολλοὶ
μὲν αὐτῶν ταύτῃ καὶ ἀπέθνησκον,
οἱ δὲ καὶ τραυματίαι ἀνεχώρησαν.
καὶ οὕτω παύεται
ἡ στάσις. |
|
--- Josephus,
Antiquities
18.60-62 |
41. |
Samaritan
Pilgrims Routed [36 CE] |
85 |
Οὐκ
ἀπήλλακτο
δὲ
θορύβου
καὶ
τὸ
Σαμαρέων
ἔθνος:
συστρέφει
γὰρ
αὐτοὺς
ἀνὴρ
ἐν
ὀλίγῳ
τὸ
ψεῦδος
τιθέμενος
κἀφ᾽
ἡδονῇ
τῆς
πληθύος
τεχνάζων
τὰ
πάντα,
κελεύων
ἐπὶ
τὸ Γαριζεὶν
ὄρος
αὐτῷ
συνελθεῖν,
ὃ
ἁγνότατον
αὐτοῖς
ὀρῶν
ὑπείληπται,
ἰσχυρίζετό
τε
παραγενομένοις
δείξειν
τὰ
ἱερὰ
σκεύη
τῇδε
κατορωρυγμένα
Μωυσέως
τῇδε
αὐτῶν
ποιησαμένου
κατάθεσιν. |
86 |
οἱ
δὲ
ἐν
ὅπλοις
τε
ἦσαν
πιθανὸν
ἡγούμενοι
τὸν
λόγον,
καὶ
καθίσαντες
ἔν
τινι
κώμῃ,
Τιραθανὰ
λέγεται,
παρελάμβανον
τοὺς
ἐπισυλλεγομένους
ὡς
μεγάλῳ
πλήθει
τὴν
ἀνάβασιν
εἰς
τὸ
ὄρος
ποιησόμενοι. |
87 |
φθάνει
δὲ Πιλᾶτος
τὴν
ἄνοδον
αὐτῶν
προκαταλαβόμενος
ἱππέων
τε
πομπῇ
καὶ
ὁπλιτῶν,
οἳ
συμβαλόντες
τοῖς
ἐν
τῇ
κώμῃ
προσυνηθροισμένοις
παρατάξεως
γενομένης
τοὺς
μὲν
ἔκτειναν,
τοὺς
δ᾽
εἰς
φυγὴν
τρέπονται
ζωγρίᾳ
τε
πολλοὺς
ἦγον,
ὧν
τοὺς
κορυφαιοτάτους
καὶ
τοὺς
ἐν
τοῖς
φυγοῦσι
δυνατωτάτους
ἔκτεινε
Πιλᾶτος. |
88 |
Καταστάντος
δὲ
τοῦ
θορύβου
Σαμαρέων
ἡ
βουλὴ
παρὰ
Οὐιτέλλιον
ὑπατικὸν
ἴασιν
ἄνδρα
Συρίας
τὴν
ἡγεμονίαν
ἔχοντα
καὶ
Πιλάτου
κατηγόρουν
ἐπὶ
τῇ
σφαγῇ
τῶν
ἀπολωλότων:
οὐ γὰρ ἐπὶ
ἀποστάσει τῶν Ῥωμαίων,
ἀλλ᾽ ἐπὶ διαφυγῇ τῆς
Πιλάτου
ὕβρεως εἰς τὴν Τιραθανὰ
παραγενέσθαι. |
89 |
καὶ Οὐιτέλλιος
Μάρκελλον τῶν
αὐτοῦ φίλων ἐκπέμψας
ἐπιμελητὴν τοῖς Ἰουδαίοις
γενησόμενον
Πιλᾶτον ἐκέλευσεν ἐπὶ
Ῥώμης ἀπιέναι πρὸς ἃ
κατηγοροῖεν οἱ
Σαμαρεῖται διδάξοντα
τὸν
αὐτοκράτορα. καὶ Πιλᾶτος
δέκα ἔτεσιν
διατρίψας ἐπὶ Ἰουδαίας
εἰς Ῥώμην ἠπείγετο ταῖς Οὐιτελλίου
πειθόμενος ἐντολαῖς οὐκ
ὂν ἀντειπεῖν. πρὶν δ᾽ ἐν
τῇ Ῥώμῃ ἴσχειν
αὐτὸν φθάνει Τιβέριος
μεταστάς. |
|
--- Josephus,
Antiquities
18.85-89 |
|