[ Antipas ] English translation ] [ IHO Index ] [ Search ] [ Roman Rulers ] Demagogues & Despots  ]

Click on title of any passage numbered in red to access an English translation.

39. Imperial Images in Jerusalem
55 (About 26 CE Pontius) Πιλᾶτος δὲ ὁ τῆς Ἰουδαίας ἡγεμὼν στρατιὰν ἐκ Καισαρείας ἀγαγὼν καὶ μεθιδρύσας χειμαδιοῦσαν ἐν Ἱεροσολύμοις ἐπὶ καταλύσει τῶν νομίμων τῶν Ἰουδαϊκῶν ἐφρόνησε, προτομὰς (Tiberius) Καίσαρος, αἳ ταῖς σημαίαις προσῆσαν, εἰσαγόμενος εἰς τὴν πόλιν, εἰκόνων ποίησιν ἀπαγορεύοντος ἡμῖν τοῦ νόμου.
56 καὶ διὰ τοῦτο οἱ πρότερον ἡγεμόνες ταῖς μὴ μετὰ τοιῶνδε κόσμων σημαίαις ἐποιοῦντο εἴσοδον τῇ πόλει. πρῶτος δὲ Πιλᾶτος ἀγνοίᾳ τῶν ἀνθρώπων διὰ τὸ νύκτωρ γενέσθαι τὴν εἴσοδον ἱδρύεται τὰς εἰκόνας φέρων εἰς τὰ Ἱεροσόλυμα.
57 οἱ δ᾽ ἐπεὶ ἔγνωσαν κατὰ πληθὺν παρῆσαν εἰς Καισάρειαν ἱκετείαν ποιούμενοι ἐπὶ πολλὰς ἡμέρας ἐπὶ μεταθέσει τῶν εἰκόνων.
  --- Josephus, Antiquities 18.55-57

40. Protesters over Use of Temple Funds Killed
60 Ὑδάτων δὲ ἐπαγωγὴν εἰς τὰ Ἱεροσόλυμα (Pilate) ἔπραξεν δαπάνῃ τῶν ἱερῶν χρημάτων ἐκλαβὼν τὴν ἀρχὴν τοῦ ῥεύματος ὅσον ἀπὸ σταδίων διακοσίων, οἱ δ᾽ οὐκ ἠγάπων τοῖς ἀμφὶ τὸ ὕδωρ δρωμένοις πολλαί τε μυριάδες ἀνθρώπων συνελθόντες κατεβόων αὐτοῦ παύσασθαι τοῦ ἐπὶ τοιούτοις προθυμουμένου, τινὲς δὲ καὶ λοιδορίᾳ χρώμενοι ὕβριζον εἰς τὸν ἄνδρα, οἷα δὴ φιλεῖ πράσσειν ὅμιλος.
61 ὁ δὲ στολῇ τῇ ἐκείνων πολὺ πλῆθος στρατιωτῶν ἀμπεχόμενον, οἳ ἐφέροντο σκυτάλας ὑπὸ ταῖς στολαῖς, διαπέμψας εἰς ὃ περιέλθοιεν αὐτούς, αὐτὸς ἐκέλευσεν ἀναχωρεῖν. τῶν δὲ ὡρμηκότων εἰς τὸ λοιδορεῖν ἀποδίδωσι τοῖς στρατιώταις ὃ προσυνέκειτο σημεῖον.
62 οἱ δὲ καὶ πολὺ μειζόνως ἤπερ ἐπέταξεν Πιλᾶτος ἐχρῶντο πληγαῖς τούς τε θορυβοῦντας ἐν ἴσῳ καὶ μὴ κολάζοντες οἱ δ᾽ εἰσεφέροντο μαλακὸν οὐδέν...πολλοὶ μὲν αὐτῶν ταύτῃ καὶ ἀπέθνησκον, οἱ δὲ καὶ τραυματίαι ἀνεχώρησαν. καὶ οὕτω παύεται ἡ στάσις.
  --- Josephus, Antiquities 18.60-62

41. Samaritan Pilgrims Routed [36 CE]
85 Οὐκ ἀπήλλακτο δὲ θορύβου καὶ τὸ Σαμαρέων ἔθνος: συστρέφει γὰρ αὐτοὺς ἀνὴρ ἐν ὀλίγῳ τὸ ψεῦδος τιθέμενος κἀφ᾽ ἡδονῇ τῆς πληθύος τεχνάζων τὰ πάντα, κελεύων ἐπὶ τὸ Γαριζεὶν ὄρος αὐτῷ συνελθεῖν, ὃ ἁγνότατον αὐτοῖς ὀρῶν ὑπείληπται, ἰσχυρίζετό τε παραγενομένοις δείξειν τὰ ἱερὰ σκεύη τῇδε κατορωρυγμένα Μωυσέως τῇδε αὐτῶν ποιησαμένου κατάθεσιν.
86 οἱ δὲ ἐν ὅπλοις τε ἦσαν πιθανὸν ἡγούμενοι τὸν λόγον, καὶ καθίσαντες ἔν τινι κώμῃ, Τιραθανὰ λέγεται, παρελάμβανον τοὺς ἐπισυλλεγομένους ὡς μεγάλῳ πλήθει τὴν ἀνάβασιν εἰς τὸ ὄρος ποιησόμενοι.
87 φθάνει δὲ Πιλᾶτος τὴν ἄνοδον αὐτῶν προκαταλαβόμενος ἱππέων τε πομπῇ καὶ ὁπλιτῶν, οἳ συμβαλόντες τοῖς ἐν τῇ κώμῃ προσυνηθροισμένοις παρατάξεως γενομένης τοὺς μὲν ἔκτειναν, τοὺς δ᾽ εἰς φυγὴν τρέπονται ζωγρίᾳ τε πολλοὺς ἦγον, ὧν τοὺς κορυφαιοτάτους καὶ τοὺς ἐν τοῖς φυγοῦσι δυνατωτάτους ἔκτεινε Πιλᾶτος.
88 Καταστάντος δὲ τοῦ θορύβου Σαμαρέων ἡ βουλὴ παρὰ Οὐιτέλλιον ὑπατικὸν ἴασιν ἄνδρα Συρίας τὴν ἡγεμονίαν ἔχοντα καὶ Πιλάτου κατηγόρουν ἐπὶ τῇ σφαγῇ τῶν ἀπολωλότων: οὐ γὰρ ἐπὶ ἀποστάσει τῶν Ῥωμαίων, ἀλλ᾽ ἐπὶ διαφυγῇ τῆς Πιλάτου ὕβρεως εἰς τὴν Τιραθανὰ παραγενέσθαι.
89 καὶ Οὐιτέλλιος Μάρκελλον τῶν αὐτοῦ φίλων ἐκπέμψας ἐπιμελητὴν τοῖς Ἰουδαίοις γενησόμενον Πιλᾶτον ἐκέλευσεν ἐπὶ Ῥώμης ἀπιέναι πρὸς ἃ κατηγοροῖεν οἱ Σαμαρεῖται διδάξοντα τὸν αὐτοκράτορα. καὶ Πιλᾶτος δέκα ἔτεσιν διατρίψας ἐπὶ Ἰουδαίας εἰς Ῥώμην ἠπείγετο ταῖς Οὐιτελλίου πειθόμενος ἐντολαῖς οὐκ ὂν ἀντειπεῖν. πρὶν δ᾽ ἐν τῇ Ῥώμῃ ἴσχειν αὐτὸν φθάνει Τιβέριος μεταστάς.
  --- Josephus, Antiquities 18.85-89

42. Edict to Erect Imperial Statue in Temple [39 CE]
261 [In 39 CE] Γάιος (Caligula) ἐν δεινῷ φέρων εἰς τοσόνδε ὑπὸ Ἰουδαίων περιῶφθαι μόνων πρεσβευτὴν ἐπὶ Συρίας ἐκπέμπει Πετρώνιον διάδοχον Οὐιτελλίῳ τῆς ἀρχῆς, κελεύων χειρὶ πολλῇ εἰσβαλόντι εἰς τὴν Ἰουδαίαν, εἰ μὲν ἑκόντες δέχοιντο, ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῷ ναῷ τοῦ θεοῦ, εἰ δ᾽ ἀγνωμοσύνῃ χρῷντο, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν.
  --- Josephus, Antiquities 18.261

43. Jews Prepare to Fight Caligula
9 Sub Tiberio quies. Dein iussi a C. Caesare effigiem eius in templo locare arma potius sumpsere, quem motum Caesaris mors (in 43 CE) diremit.
  --- Tacitus, Histories 5.9

44. Caligula's Death Averts War
54 sane praebuerant Iudaei speciem motus orta seditione, postquam...cognita caede eius (Caligula's) haud obtemperatum esset, manebat metus ne quis principum eadem imperitaret.
  --- Tacitus, Annals 12.54

[ Antipas ] English translation ] IHO Index ] [ Search ] [ Roman Rulers ] Demagogues & Despots  ]

Perspective on the World of Jesus

with new translations from primary texts

Copyright 1999-2017 by Mahlon H. Smith
All rights reserved.

an American Theological Library Association Selected Religion Website 
OCLC World catalog no. 62046512

[Hypertext links to this web page are invited. Brief quotations may be used in scholarly reviews and research providing the author is credited & the URL for this web page properly noted. But the text as a whole may not be posted or reproduced elsewhere without express written permission of the author.]