[ Rhetorical Chreiai ] [ English translations ] [ Search ] IHO Index  ] 

Click on title of any passage numbered in red to access an English translation.

327. Prophetic Inspiration
49 προφήτης μὲν γὰρ οὐδὲν ἴδιον ἀποφαίνεται τὸ παράπαν, ἀλλ᾽ ἔστιν ἑρμηνεὺς ὑποβάλλοντος πάνθ᾽ ὅσα προφέρεται, καθ᾽ ὃν χρόνον ἐνθουσιᾷ γεγονὼς ἐν ἀγνοίᾳ, μετανισταμένου μὲν τοῦ λογισμοῦ καὶ παρακεχωρηκότος τὴν τῆς ψυχῆς ἀκρόπολιν, ἐπιπεφοιτηκότος δὲ καὶ ἐνῳκότος τοῦ θείου πνεύματος καὶ πᾶσαν τῆς φωνῆς ὀργανοποιίαν κρούοντός τε καὶ ἐνηχοῦντος εἰς ἐναργῆ δήλωσιν ὧν προθεσπίζει.
  --- Philo, Special Laws 4.49

328. Foreign Gods as Demons
17 (The Israelites) ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ,
θεοῖς, οἷς οὐκ ᾔδεισαν·
καινοὶ πρόσφατοι ἥκασιν,
οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν.
  --- Septuagint, Deuteronomy 32:17

329. Demonic Sacrifices
34 οὐκ ἐξωλέθρευσαν τὰ ἔθνη,
ἃ εἶπεν κύριος αὐτοῖς;
35 καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσιν
καὶ ἔμαθον τὰ ἔργα αὐτῶν·
36 καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν,
καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον·
37 καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν
καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις
38 καὶ ἐξέχεαν αἷμα ἀθῷον,
αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων,
ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χανααν,
καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασιν.
39 καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν,
καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
  --- Septuagint, Psalm 106:34-39

330. Pagan Worship Demonic
19 τί οὖν φημι; ὅτι εἰδωλόθυτόν τί ἐστιν,
ἢ ὅτι εἴδωλόν τί ἐστιν;
20

ἀλλʼ ὅτι ἃ θύουσιν, δαιμονίοις καὶ οὐ θεῷ θύουσιν,
οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.

21 οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων·
οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.
  --- Paul, 1 Corinthians 10:19-21

331. Demonic Terror
19

σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ θεός; καλῶς ποιεῖς·
καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.

  --- James 2:19

332. A Syrian Exorcist
16 Ἐγὼ γοῦν ἡδέως ἂν ἐροίμην σε τί περὶ τοὺτων φὴς,
ὅσοι τοὺς δαιμονῶντας ἀπαλλάττουσι τῶν δειμάτων 
οὕτω σαφῶς ἐξᾴδοντες καὶ τὰ φάσματα;
καὶ ταῦτα οὐκ ἐμὲ χρὴ λέγειν, 
ἀλλὰ πὰντες ἴσασι τὸν Σύρον τὸν ἐκ τῆς Παλαιστίνης, 
τὸν ἐπὶ τούτων σοφιστὴν,
ὅσους παραλαβὼν καταπίπτοντες πρὸς τὴν σελήνην, 
καὶ τῷ ὀφθαλὼ διαστρέφοντος καὶ ἀφροῦ πιμπλαμένους τὸ στόμα, 
ὅμως ἀνίστησι καὶ ἀποπεμπει ἀρτίους, 
ἐπὶ  μισθῷ μεγάλῳ ἀπαλλάξας τῶν δεινῶν.
ἐπειδὰν γὰρ ἐπιστῄ κειμένοις,
καὶ ἔρηται ὅθεν εἰσεληλύθασιν εἰς τὸ σῶμα, 
ὁ μὲν νοσῶν αὐτὸς σιωπᾷ, 
ὁ δαίμων δὲ ἀποκρίνεται ἑλλενίζων ἢ βαρβαρίζων,  
ὁπόθεν ἂν αὐτὸς ᾖ, ὅπως τε καὶ ὅθεν εἰσῆλθεν εἰς τὸν ἄνθρωπον. 
ὁ δὲ ὅρκους ἐπάγων. 
εἰ δὲ μὴ πεισθείη καὶ ἀπειλῶν, ἐξελαύνει τὸν δαίμονα.
  --- Lucian, Philopseudes 16

333. Jewish Exorcist uses Solomon's Methods
45 παρέσχε δ᾽ αὐτῷ μαθεῖν ὁ θεὸς καὶ τὴν κατὰ τῶν δαιμόνων τέχνην εἰς ὠφέλειαν καὶ θεραπείαν τοῖς ἀνθρώποις: ἐπῳδάς τε συνταξάμενος αἷς παρηγορεῖται τὰ νοσήματα καὶ τρόπους ἐξορκώσεων κατέλιπεν, οἷς οἱ ἐνδούμενοι τὰ δαιμόνια ὡς μηκέτ᾽ ἐπανελθεῖν ἐκδιώξουσι.
46 καὶ αὕτη μέχρι νῦν [ca. 90 CE] παρ᾽ ἡμῖν ἡ θεραπεία πλεῖστον ἰσχύει: ἱστόρησα γάρ τινα Ἐλεάζαρον τῶν ὁμοφύλων [the emperor] Οὐεσπασιανοῦ παρόντος καὶ τῶν υἱῶν αὐτοῦ καὶ χιλιάρχων καὶ ἄλλου στρατιωτικοῦ πλήθους ὑπὸ τῶν δαιμονίων λαμβανομένους ἀπολύοντα τούτων. ὁ δὲ τρόπος τῆς θεραπείας τοιοῦτος ἦν:
47 προσφέρων ταῖς ῥισὶ τοῦ δαιμονιζομένου τὸν δακτύλιον ἔχοντα ὑπὸ τῇ σφραγῖδι ῥίζαν ἐξ ὧν ὑπέδειξε Σολόμων ἔπειτα ἐξεῖλκεν ὀσφρομένῳ διὰ τῶν μυκτήρων τὸ δαιμόνιον, καὶ πεσόντος εὐθὺς τἀνθρώπου μηκέτ᾽ εἰς αὐτὸν ἐπανήξειν ὥρκου, Σολόμωνός τε μεμνημένος καὶ τὰς ἐπῳδὰς ἃς συνέθηκεν ἐκεῖνος ἐπιλέγων.
48 βουλόμενος δὲ πεῖσαι καὶ παραστῆσαι τοῖς παρατυγχάνουσιν ὁ Ἐλεάζαρος, ὅτι ταύτην ἔχει τὴν ἰσχύν, ἐτίθει μικρὸν ἔμπροσθεν ἤτοι ποτήριον πλῆρες ὕδατος ἢ ποδόνιπτρον καὶ τῷ δαιμονίῳ προσέταττεν ἐξιὸν τἀνθρώπου ταῦτα ἀνατρέψαι καὶ παρασχεῖν ἐπιγνῶναι τοῖς ὁρῶσιν, ὅτι καταλέλοιπε τὸν ἄνθρωπον.
  --- Josephus, Antiquities 8.45-48

334. Solomon and Beelzebul
1 Καὶ ἔκέλευσα πάλιν παραστῆναι ἔμπροσθέν μου τὸν Βεελζεβοὺλ τὸν ἄρχοντα τῶν δαιμονίων καὶ ἐπικαθὴσας ἐπὶ βήματος ἐνδοξοτέρου ἔφην αὐτῷ:
-- διὰ τί σὺ μόνος, ἄρχων τῶν
δαιμόνων;
2 ὁ δὲ ἔφη μοι:
-- διὰ τὸ μόνον με ὑπολειφθῆναι τῶν οὐρανίων ἀγγέλων τῶν κατελθόντων. ἐγὼ γὰρ ἤμην ἐν τῷ πρώτῳ οὐρανῷ ἄγγελος ὁ προσαγορευόμενος Βεελ-ζεβούλ ["Lord of heaven"].
3 καὶ νῦν κρατῶ πάντων τῶν ἐν τῷ ταρτάρῳ δεσμῶν..."
4 ἐγὼ σολομῶν ἔφην πρὸς αὐτὸν λέγων :
-- Βεελζεβούλ, τίς ἐστὶν ἡ πρᾶξις σου;
  ὁ δὲ λέγει : 
-- ἐγὼ βασιλεῖς ἀπολῶ. συμμαχῶ μετὰ ἀλλοφύλων τυράννων.
καὶ τοὺς ἐμοὺς δαίμονας ἐπιβάλλῶ πρὸς τοὺς ἀνθρώπους ἵνα εἰς αὐτοὺς πιστεύωσι καὶ ἀπόλλωνται. καὶ τοὺς ἐκλεκτοὺς δούλους τοῦ θεοῦ, ἢ ἱερεῖς καὶ πίστους ἀνθρώπους εἰς ἐπιθυμίας ἁμαρτιῶν πονηρῶν καὶ αἱρέσεων κακῶν καὶ ἔργων παρανόμων διεγείρω, καὶ ὑπακούουσί μοι, καὶ εἰς ἀπόλειαν φέρω αὐτούς. καὶ φθόνους καὶ φόνους καὶ πολέμους καὶ ἀρρενοβατίας καὶ ἕτερα κακὰ τοῖς ἀνθρώποις ἐνεργῶ, καὶ ἀπολῶ τὸν κόσμον...
8 ἐγὼ πρὸς αὐτον λέγω:
-- λέγε μοι, ὑπὸ ποίου ἀγγέλου καταργῇ σύ.
ὁ δὲ ἔφη:
-- ὑπὸ ἁγίου καὶ τιμίου ὀνόματος τοῦ παντοκράτορος θεοῦ, τῷ καλουμένῳ παρ' Ἑβραίοις πευστικῷ, οὗ ἡ ψῆφος χμδʹ , παρὰ δὲ Ἥλλησι ἐμμανουήλ, καὶ ἐάν τις τῶν Ῥομαίων ὁρκίσῃ με τὸ μέγα ὄνομα τῆς δυνάμεως ἐλεὴθ, ἀφανὴς γίνομαι.
9

ἐγὼ σολομῶν ταῦτα ἀκούσας ἐξεπλάγην καὶ ἐκέλευσα αὐτὸν πρίζειν μάρμαρα θηβαῖα. ἐν δὲ τῷ ἄρξασθαι αὐτὸν πρίζειν τὰ μάρμαρα, οἱ ἕτεροι δαίμονες ἀνεκραύγασαν φωνὴν μεγάλην, ἀλαλάζοντες διὰ τὸν βασιλέα αὐτῶν, Βεελζεβούλ.

  --- Pseudepigrapha, Testament of Solomon 6:1-4, 8-9 [ms. P]

335. Bargaining with Demons
  אל תצא יחידי בלילה
  : דתניא
  לא יצא יחידי בלילה  
  . לא בלילי רביעיות ולא בלילי שבתות (that is)
   (the demon) מפני שאגרת בת מחלת
  . היא שמונה עשרה רבוא של מלאכי חבלה יוצאין
  . וכל אחד ואחד יש לו רשות לחבל בפני עצמו
  . מעיקרא הוו שכיחי כולי יומא
  .  זמנא חדא פגעה ברבי חנינא בן דוסא 
  : אמרה ליה
  אי לאו דמכרזן עלך ברקיע הזהרו
   . בחנינא ובתורתו סכנתיך
  : אמר לה
  אי חשיבנא ברקיע
  . גוזר אני עליך שלא תעבורי בישוב לעולם
  : אמרה ליה
  . במטותא מינך שבק לי רווחא פורתא
  . שבק לה לילי שבתות ולילי רביעיות
  --- Babylonian Talmud, Pesachim 112b

336. Watering Unclean Spirits
  A pagan told Rabbi Johanan ben Zakkai:
-- "These rituals that you perform look like a type of magic.
You bring a heifer, burn it, beat it and keep its ashes.
If one of you is defiled by a dead body, you sprinkle two or three drops of it (in water) on him and tell him:
-- "You are clean!"
Rabbi Johanan asked him:
-- "Has the demon of madness ever possessed you?"
He replied:
-- "No."
Rabbi Johanan:
-- "Have you ever seen a man possessed by this demon of madness?"
He said:
-- "Yes."
Rabbi Johanan:
-- "What do you do in that case?"
He replied:
-- "We bring roots and make them smoke under him. Then we sprinkle water on the demon and it leaves."
Rabbi Johanan told him:
-- "Your ears should listen to what your mouth says.
This spirit is an unclean spirit just like the other.
Purifying water is sprinkled on the unclean and the spirit leaves,
as it is written:
-- 'And I will make the prophets and the unclean spirit leave the land' (Zech 13:2).
When the pagan had left, Rabbi Johanan's disciples said to their teacher:
-- "Master, you put this man off with an improvisation. What explanation (of the ritual of the ashes of the red heifer) will you give us?"
He told them:
-- "You bet your life, it isn't the dead that defiles or the water that purifies!
The Holy One, blessed be he!, says only:
-- 'I have established a statute. I have issued a decree. You are not allowed to transgress my decree, as it is written:
-- "This is a statute of the Law"'" (Num 19:2).
  --- Midrash, Bemidbar Rabba Hukkat 19.8

337. Teaching Authority & Exorcism
20 Διαλεγομένου δὲ αὐτοῦ (Apollonius) περὶ τοῦ σπένδειν, παρέτυχε μὲν τῷ λόγῷ μειράκιον τῶν ἁβρῶν οὕτος ἀσελγὲς νομζόμενον, ὡς γενέσθαι ποτὲ καὶ ἁμαξῶν ᾷσμα---πατρὶς δὲ αὐτῷ Κέρκυρα ἦν καὶ ἐς Ἀλκίνουν ἀνέφερε, τὸν ξένον τοῦ Ὀδυσσέως τὸν Φαίακα---καὶ διῄει μὲν ὁ Ἀπολλώνιος περὶ τοῦ σπένδειν, ἐκέλευε
δὲ μὴ πίνειν τοῦ ποτηρίου τούτου, φυλάττειν δὲ αὐτὸ τοῖς θεοῖς ἄχραντον τε καὶ ἄποτον. ἐπεὶ δὲ καὶ ὦτα ἐκέλευσε τῷ ποτηρίῳ ποιήσθαι καὶ σπένδειν κατὰ τὸ οὖς, ἀφ᾽ οὗ μέρους ἥκιστα πίνουσιν ἄνθρωποι, τὸ μειράκιον κατεσκέδασε τοῦ λόγου πλατύν τε καὶ ἀσελγῆ γέλωτα.
 ὁ (Apollonius) δὲ ἀναβλέψας ἐς αὐτό, "οὐ σύ," ἔφη, "ταῦτα ὑβρίζεις, ἀλλ᾽ ὁ  δαίμων, ὃς ἐλαύνει σε οὐκ εἰδότα."
 ἐλεήθει δὲ ἄρα δαιμονῶν τὸ μειράκιον, ἐγέλα τε γὰρ ἐφ᾽ οἷς οὐδεὶς ἕτερος καὶ μετέβαλλεν ἐς τὸ κλάειν αἰτίαν οὐκ ἔχον, διελέγετό τε πρὸς ἑαυτὸν καὶ ᾖδε. καὶ οἱ μὲν πολλοὶ τὴν νεότητα σκιρτῶσαν ᾦοντο ἐκφέρειν αὐτὸ ἐς ταῦτα, ὁ δ᾽ ὑπεκρίνετο ἄρα τῷ δαίμονι καὶ ἐδόκει παροινεῖν, ἃ ἐπαρῴνει τότε.
 ὁρῶντός τε ἐς αὐτὸ τοῦ Ἀπολλωνίου, δεδοικότως τε καὶ ὀργίλως φωνὰς ἠφίει τὸ εἴδωλον, ὁπόσαι καομένων τε καὶ στρεβλουμένων εἰσίν, ἀφέξεσθαι τε τοῦ μειρακίου ὤμνυ καὶ μηδενὶ ἀνθρώπων ἐμπεσεῖθαι. τοῦ δὲ οἷον δεσπότου πρὸς ἀνδράποδν ποικίλον παροῦργόν τε καὶ ἀναιδὲς καὶ τὰ τοιαῦτα ξὺν ὀργῇ λέγοτος, καὶ (Apollonius) κελεύοντος αὐτῷ ξὺν τεκμηρίῳ ἀπαλλάττεσθαι. 
-- "τὸν δεῖνα," (the demon) ἔφη, "καταβαλῶ ἀνδριάντα," δείξας τινὰ τῶν περὶ τὴν βασίλειον στοάν, ᾗ ταῦτα ἐπράττετο. ἐπεὶ δὲ ὁ ἀνδριὰς ὑπεκινήθη πρῶτον, εἶτα ἔπεσε, τὸν μὲν θόρυβον τὸν ἐπὶ τούτῳ καὶ ὡς ἐκρότησαν ὑπὸ θαύματος, τί ἄν τις γράφοι; τὸ δὲ μειράκιον, ὥσπερ ἀφυπνίσαν, τούς τε ὀφθαλμούς ἔτριψε καὶ πρὸς τὰς αὐγὰς τοῦ ἡλίου εἶδεν, αἰδῶ τε ἐπεσπάσατο πάντων ἐς αὐτὸ ἐστραμμένων, ἀσελγές τε οὐκέτι ἐφαίνετο, οὐδὲ ἄτακτον βλέπον, ἀλλ᾽ ἐπανῆλθεν ἐς τὴν ἑαυτοῦ φύσιν μεῖον οὐδὲν ἢ εἰ φαρμακοποσίᾳ ἐκέχρητο. μεταβαλόν τε τῶν χλανιδίων καὶ λῃδίων καὶ τῆς ἄλλης συβάριδος, ἐς ἔρωτα ἦλθεν αὐχμοῦ καὶ τρίβωνος καὶ ἐς τὰ τοῦ Ἀπολλωνίου ἤθη ἀπεδύσατο.
  --- Philostratus, Life of Apollonius of Tyana 4.20

338. An Uncontrollable Teen
  Μεταξὺ δὲ τῶν λόγων τούτων, ἐπίσταται τοῖς σοφοίς ὁ ἄγγελος Ἰνδοὺς ἄγων σωτηρίας δεομένους. καὶ παρῆγε γύναιον ἱκετεῦον ὑπὲρ παιδός, ὃν ἔφασκε μὲν ἑκκαίδεκα ἔτη γεγονέναι; δαιμονᾶν δὲ δύο ἔτη, τὸ δὲ ἦθος τοῦ  δαίμονος εἴρωνα   εἶναι καὶ ψεύστης.
  ἐρομένου δέ τινος τῶν σοφῶν, ὁπόθεν λέγοι ταῦτα.
-- "τοῦ παιδὸς τούτου," ἔφη, "τὴν ὄψιν εὐπρεπεστέρου ὄντος, ὁ  δαίμων ἐρᾷ, καὶ οὐ ξυγχωρεῖ αὐτῷ νοῦν ἔχειν, οὐδὲ ἐς διδασκάλου βαδίσαι ἐᾷ ἢ τοξότου, οὐδὲ οἴκοι εἶναι, ἀλλ᾽ ἐς τὰ ἔρημα τῶν χωρίων ἐκτρέπει, καὶ οὐδὲ τὴν φωνὴν ὁ παῖς τὴν ἑαυτοῦ ἔχει, ἀλλὰ βαρὺ φθέγγεται καὶ κοῖλον, ὅσπερ οἱ ἄνδρες, βλέπει δὲ ἑτέροις ὀφθαλμοῖς μᾶλλον ἢ τοῖς ἑαυτοῦ. κἀγὼ μὲν ἐπὶ τούτοις κλάω τε καὶ ἐμαυτὴν δρύπτω καὶ νουθετῶ τὸν υἱόν, ὁπόσα εἰκός, ὁ δὲ οὐκ οἶδέ με. διανοουμένης δέ μου τὴν ἐνταῦθα ὁδόν, τουτὶ δὲ πέρυσι διενοήθην, ἐξηγόρευσεν ὁ  δαίμων ἑαυτὸν ὑποκριτῇ χρώμενος τῷ παιδὶ, καὶ δῆτα ἔλεγεν εἶναι μὲν εἴδωλον ἀνδρός, ὃς πολέμῳ ποτὲ ἀπέθανεν, ἀποθανεῖν δὲ ἐρῶν τῆς ἑαυτοῦ γυναικός, ἐπεὶ δὲ ἡ δὲ γυνὴ περὶ τὴν εὐνὴν ὕβρισε τριταίου κειμένου γαμηθεῖσα ἑτέρῳ. μισῆσαι μὲν ἐκ τούτου τὸ γυναικῶν ἐρᾶν, μεταρρυῆναι δὲ ἐς τὸν παῖδα τοῦτον. ὑπισχνεῖτο δέ, εἰ μὴ διαβάλλοιμι αὐτὸν πρὸς ὑμᾶς, δώσειν τῷ παιδὶ πολλὰ ἐσθλὰ καὶ ἀγαθά. ἐγὼ μὲν δὴ ἔπαθόν τι πρὸς ταῦτα, ὁ δὲ διάγει με πολὺν ἤδη χρόνον καὶ τὸν ἐμὸν οῖκον ἔχει μόνος, οὐδὲν μέτριον οὐδὲ ἀληθὲς φρονῶν."
  ἤρετο οὖν ὁ σοφὸς (Apollonius) πάλιν, εἰ πλησίον εἴη ὁ παῖς.
-- ἡ δὲ "οὐκ" ἔφη, "πολλὰ μὲν γὰρ ὑπὲρ τοῦ ἀφικέσθαι αὐτὸν πρᾶξαι, ὁ δὲ ἀπειλεῖ κρημνοὺς καὶ βάραθρα καὶ ἀποκτενεῖν μοι τὸν υἱόν, εἰ δικαζοίμην αὐτῷ δεῦρο."
-- "θάρσει," ἔφη ὁ σοφὸς (Apollonius), "οὐ γὰρ ἀποκτενεῖ αὐτὸν ἀναγνοῦς ταῦτα."
καί τινα ἐπιστολὴν ἀνασπάσας τοῦ κόλπου ἔδωκε τῇ γυναικί. ἐπέσταλτο δὲ ἄρα ἡ ἐπιστολὴ πρὸς τὸ εἴδωλον ξὺν ἀπειλῇ καὶ ἐκπλήξει.
  --- Philostratus, Life of Apollonius of Tyana 3.38

 

339. Demonic Wisdom?
  Καὶ (Apollonius) ἀφικνεῖται ἐς τὴν ἀρχαίαν Νῖνον, ἐν ᾗ ἄγαλμα  ἵδρρυται τρόπον βάρβαρον, ἔστι δὲ ἄρα (the moon goddess) Ἰὼ, ἡ Ἰνάχου, καὶ κέρατα τῶν κροτάφων ἐκκρούει μικρὰ καὶ οἷον μέλλοντα. ἐνταῦθα διατρίβοντι καὶ πλείω ξυνιέντι περὶ τοῦ ἀγάλματος ἢ οἱ ἱερεῖς καὶ προϕῆται, προσεϕοίτησε Δάμις ὁ Νίνιος, ὃν καταρχὰς ἔφην ξυναποδημῆσαί οἱ καὶ ξυνέμπορον γενεσθαι τῆς σοφίας πάσης καὶ πολλὰ τοῦ ἀνδρος διασώσασθαι, ὃς ἀγασθεὶς αὐτὸν καὶ ζηλώσας τῆς ὁδοῦ.
-- "ἴωμεν," ἔφη, "Ἀπολλώνιε, σὺ μὲν θεῷ ἑπόμενος, ἐγὼ δὲ (will follow) σοί, καὶ γάρ με καὶ πολλοῦ ἄξιον εὕροις ἄν. εἰ μὲν ἄλλο τι οὐκ οἶδα, τὸ δ᾽οὖν ἐς Βαβυλῶνα  ἧκον, πόλεις τε, ὁπόσαι εἰσιν, οἶδα ἀνελθὼν οὐ πάλαι, καὶ κώμας, ἐν αἷς πολλὰ ἀγαθά, καὶ μὴν καὶ τὰς φωνὰς τῶν βαρβάρων ὁπόσαι εἰσίν,--- εἰσὶ δὲ ἄλλη μὲν Ἀρμενίων, ἄλλη δὲ Μήδων τε καὶ Περσῶν, ἄλλη δὲ Καδουσίων, μεταλαμβάνω δὲ πάσας."
-- "ἐγὼ δὲ," (Apollonius) εἶπεν, "ὦ ἑταῖρε, πασῶν ξυνίημι, μαθὼν μηδεμίαν."
θαυμάντος δὲ τοῦ Νινίου.    
-- "μὴ θαυμάσης," (Apollonius) εἶπεν, "εἰ πάσας οἶδα φωνὰς ἀνθρώπων. οἶδα γὰρ δὴ καὶ ὅσα σιωπῶσιν ἄνθρώποι."
ὁ μὲν δὲ Ἀσσύριος προσηύξατο αὐτόν, ὡς ταῦτα ἤκουσε, καὶ ὥσπερ δαίμονα ἔβλεπε, συνῆν τε αὐτῷ (Apollonius) ἐπιδιδοὺς τὴν σοφίαν καὶ τι μάθοι μνημονεύων.
  --- Philostratus, Life of Apollonius of Tyana 1.19

 

340. Demonic Wit
  Ἐμπεσόντος δὲ ἐν Ῥώμῃ νοσήματος, ὃ κατάρουν οἱ ἰατροὶ ὀνομάζουσιν ἀνίστανται δὲ ἄρα ὑπ᾽ αὐτοῦ βῆχες καὶ ἡ φωνὴ τοῖς λαλοῦσι πονήρως ἔχει, τὰ μὲν ἱερὰ πλέα ἦν ἱκετευόντων τοὺς θεοὺς, ἐπεὶ διῳδήκει τὴν φάρυγγα Νέρων καὶ μελαίνῃ τῇ φωνῇ ἐχρῆτο.
  ὁ δὲ Ἀπολλώνιος ἐρρήγνυτο μὲν πρὸς τὴν τῶν πολλῶν ἄνοιαν, ἐπέπληττε δὲ οὐδενί, ἀλλὰ καὶ τὸν Μενιππον παροξυνόμενον ὑπὸ τῶν τοιούτων ἐσωφρόνιζέ τε καὶ κατεῖχε,
-- "συγγιγνώσκειν κελεύων τοῖς θεοῖς, εἰ μίμοις γελίων χαίρουσιν."
 ἀπαγγελθέντος δὲ τῷ Τιγελλῖνος [the chief of Nero's secret police] τοῦ λόγου τούτου, πέμπει τοὺς ἄξοντας αὐτὸν (Apollonius) ἐς τὸ δικαστήριον, ὡς ἀπολογήσαιτο μὴ ἀσεβεῖν ἐς Νέρωνα, παρεσκεύαστο δὲ καὶ κατήγορος ἐπ᾽ αὐτὸν πολλοὺς ἀπολωλεκὼς ἤδη καὶ τοιούτων Ὀλυμπιάδων μεστός, καί τι καὶ γραμματεῖον εἶχεν ἐν ταῖν χεροῖν γεγραμμενον τὸ ἔγκλημα, καὶ τοῦτο ὥσπερ ξίφος ἀνασείων ἐπὶ τὸν ἄνδρα ἠκονῆσθαι τε αὐτὸ ἔλεγε καὶ ἀπολεῖν αὐτόν. ἐπεὶ δὲ ἀνελίττων Τιγελλῖνος τὸ γραμματεῖον γραμμῆς μὲν ἴχνος ἐν αὐτῷ οὐχ εὗρεν, ἀσήμῳ δέ τινι βιβλίῳ ἐνέτυχεν, ἐς ἔννοιαν ἀπηνέχθη δαίμονος. τουτὶ δὲ καὶ Δομιτιανὸς ὕστερον πρὸς αὐτὸν (Apollonius) λέγεται παθεῖν.
  ἀπολαβὼν οὖν τὸν Ἀπολλώνιον, (Tigellinus) ἤνεγκεν ἐς τὸ ἀπόρρητον δικαστήριον, ἐν ᾧ περὶ τῶν μεγίτων ἡ ἀρχὴ αὕτη ἀφαρῶς δικάζει, καὶ μεταστησάμενος πάντας ἐνέκειτο ἐρωτῶν, ὅστις εἴη. ὁ δὲ Ἀπολλώνιος πατρός τε ἐμέμνητο καὶ πατρίδος, καὶ ἐφ᾽ ὅ τι τῇ σοφίᾳ χρῷτο, ἔφασκέ τε αὐτῇ χρῆσθαι ἐπί τε τὸ θεοὺς γιγνώσκειν ἐπί τε τὸ ἀνθρώπων ξυνιέναι, τοῦ γὰρ ἑαυτὸν γνῶναι χαλεπώτερον εἶναι τὸ ἄλλον γνῶναι,
-- "τοὺς δαίμονας," εἶπεν (Tigellinus), "ὦ Ἀπολλώνιε, καὶ τὰς τῶν εἰδώλων φαντασίας πῶς ἐλέγχεις;"
-- "ὡς γε," ἔφη (Apollonius), "τοὺς μιαιφόνους τε καὶ ἀσεβεῖς ἀνθρώπους."
ταυτὶ δὲ πρὸς τὸν Τιγελλῖνον ἀποσκώπτων ἔλεγεν, ἐπειδὴ πάσης ὠμότητος τε καὶ ἀσελγείας διδάσκαλος ἦν τῷ Νέρωνι...
-- "Νέρωνα δέ," ἔφη (Tigellinus), "διὰ τί οὐ δέδοικα;"
-- "ὅτι," εἶπεν (Apollonius), "ὁ θεὸς ὁ παρέχων ἐκείνῳ φοβερῷ δοκεῖν κα᾽μοὶ δεδωκεν ἀφόβῳ εἶναι."
-- "φρονεῖς δὲ πῶς," εἶπε (Tigellinus), "περὶ Νέρωνος;"
  ὁ δὲ Ἀπολλώνιος, "βέλτιον," εἶπεν, "ἢ ὑμεῖς. ὑμεῖς γὰρ ἡγεῖσθε αὐτὸν ἄξιον τοῦ ᾄδειν, ἐγὼ δὲ τοῦ σιωπᾶν."
ἐκπλαγεὶς οὖν ὁ Τιγελλῖνος "ἄπιθι," ἔφη, "καταστήσας ἐγγυητὰς τοῦ σώματος."
  ὁ δὲ Ἀπολλώνιος, "καὶ τίς," εἶπεν, "ἐγγυήσεται σῶμα, ὃ μηδεὶς δήσει;"
ἔδοξε τῷ Τιγελλίνῳ, ταῦτα δαιμόνιά τε εἶναι καὶ πρόσω ἀνθρώπου, καὶ ὥσπερ θεομαχεῖν φυλαττόμενος,
-- "χώρει," ἔφη, "οἷ βούλει, σὺ γὰρ κείττων ἢ ὑπ᾽ ἐμοῦ ἄρχεσθαι."
  --- Philostratus, Life of Apollonius of Tyana 4.44

[ Rhetorical Chreiai ] [ English translations ] [ Search ] IHO Index  ]

Perspective on the World of Jesus

with new translations from primary texts

Copyright 1999-2017 by Mahlon H. Smith
All rights reserved.

an American Theological Library Association Selected Religion Website 
OCLC World catalog no. 62046512

[Hypertext links to this web page are invited. Brief quotations may be used in scholarly reviews and research providing the author is credited & the URL for this web page properly noted. But the text as a whole may not be posted or reproduced elsewhere without express written permission of the author.]