218. |
A True Son of
David |
11 |
ἠρήμωσεν ὁ ἄνομος τὴν γῆν
ἡμῶν ἀπὸ ἐνοικούντων αὐτήν,
ἠφάνισαν νέον καὶ
πρεσβύτην καὶ τέκνα αὐτῶν ἅμα
. |
12 |
ἐν ὀργῇ κάλλους αὐτοῦ
ἐξαπέστειλεν αὐτὰ ἕως ἐπὶ δυσμῶν,
καὶ τοὺς ἄρχοντας τῆς
γῆς εἰς ἐμπαιγμὸν καὶ οὐκ ἐφείσατο. |
13 |
ἐν ἀλλοτριότητι ὁ ἐχθρὸς
ἐποίησεν ὑπερηφανίαν,
καὶ ἡ καρδία αὐτοῦ
ἀλλοτρία ἀπὸ τοῦ θεοῦ ἡμῶν. |
14 |
καὶ πάντα ὅσα ἐποίησεν ἐν
Ιερουσαλημ καθὼς καὶ τὰ ἔθνη
ἐν ταῖς πόλεσι τοῦ
σθένους αὐτῶν. |
15 |
καὶ ἐπεκρατοῦσαν αὐτῶν οἱ
υἱοὶ τῆς διαθήκης ἐν μέσῳ ἐθνῶν,
συμμίκτων οὐκ ἦν ἐν
αὐτοῖς ὁ ποιῶν ἐν Ιερουσαλημ ἔλεος καὶ ἀλήθειαν. |
16 |
ἐφύγοσαν ἀπ᾽ αὐτῶν οἱ
ἀγαπῶντες συναγωγὰς ὁσίων
ὡς στρουθία ἐξεπετάσθησαν
ἀπὸ κοίτης αὐτῶν. |
17 |
ἐπλανῶντο ἐν ἐρήμοις σωθῆναι
ψυχὰς αὐτῶν ἀπὸ κακοῦ,
καὶ τίμιον ἐν ὀφθαλμοῖς
παροικίας ψυχὴ σεσῳσμένη ἐξ αὐτῶν. |
18 |
εἰς πᾶσαν τὴν γῆν ἐγενήθη ὁ
σκορπισμὸς αὐτῶν ὑπὸ ἀνόμων
ὅτι ἀνέσχεν ὁ οὐρανὸς
τοῦ στάξαι ὑετὸν ἐπὶ τὴν γῆν. |
19 |
πηγαὶ συνεσχέθησαν αἰώνιοι ἐξ
ἀβύσσων ἀπὸ ὀρέων ὑψηλῶν
ὅτι οὐκ ἦν ἐν αὐτοῖς
ποιῶν δικαιοσύνην καὶ κρίμα, |
20 |
ἀπὸ ἄρχοντος αὐτῶν καὶ λαοῦ
ἐλαχίστου ἐν πάσῃ ἁμαρτίᾳ.
ὁ βασιλεὺς ἐν παρανομίᾳ
καὶ ὁ κριτὴς ἐν ἀπειθείᾳ καὶ ὁ λαὸς ἐν ἁμαρτίᾳ. |
21 |
ἰδέ κύριε καὶ ἀνάστησον
αὐτοῖς τὸν βασιλέα αὐτῶν υἱὸν Δαυιδ
εἰς τὸν καιρόν ὃν εἵλου
σύ ὁ θεός τοῦ βασιλεῦσαι ἐπὶ ισραηλ παῖδά σου |
22 |
καὶ ὑπόζωσον αὐτὸν ἰσχὺν τοῦ
θραῦσαι ἄρχοντας ἀδίκους
καθαρίσαι Ιερουσαλημ ἀπὸ
ἐθνῶν καταπατούντων ἐν ἀπωλείᾳ |
23 |
ἐν σοφίᾳ δικαιοσύνης ἐξῶσαι
ἁμαρτωλοὺς ἀπὸ κληρονομίας
ἐκτρῖψαι ὑπερηφανίαν
ἁμαρτωλοῦ ὡς σκεύη κεραμέως
[Ps 2:9] |
24 |
ἐν ῥάβδῳ σιδηρᾷ συντρῖψαι
πᾶσαν ὑπόστασιν αὐτῶν
ὀλεθρεῦσαι ἔθνη παράνομα
ἐν λόγῳ στόματος αὐτοῦ, |
25 |
ἐν ἀπειλῇ αὐτοῦ φυγεῖν ἔθνη
ἀπὸ προσώπου αὐτοῦ
καὶ ἐλέγξαι ἁμαρτωλοὺς
ἐν λόγῳ καρδίας αὐτῶν. |
26 |
καὶ συνάξει λαὸν ἅγιον οὗ
ἀφηγήσεται ἐν δικαιοσύνῃ
καὶ κρινεῖ φυλὰς λαοῦ
ἡγιασμένου ὑπὸ κυρίου θεοῦ αὐτοῦ
. |
27 |
καὶ οὐκ ἀφήσει ἀδικίαν ἐν
μέσῳ αὐτῶν αὐλισθῆναι ἔτι
καὶ οὐ κατοικήσει πᾶς
ἄνθρωπος μετ᾽ αὐτῶν εἰδὼς κακίαν γνώσεται.
γὰρ αὐτοὺς ὅτι πάντες υἱοὶ
θεοῦ εἰσιν αὐτῶν |
28 |
καὶ καταμερίσει αὐτοὺς
ἐν ταῖς φυλαῖς αὐτῶν ἐπὶ τῆς γῆς.
καὶ πάροικος καὶ ἀλλογενὴς οὐ
παροικήσει αὐτοῖς ἔτι. |
29 |
κρινεῖ λαοὺς καὶ ἔθνη
ἐν σοφίᾳ δικαιοσύνης
αὐτοῦ διάψαλμα |
30 |
καὶ ἕξει λαοὺς ἐθνῶν
δουλεύειν αὐτῷ ὑπὸ τὸν ζυγὸν αὐτοῦ.
καὶ τὸν κύριον δοξάσει ἐν
ἐπισήμῳ πάσης τῆς γῆς.
καὶ καθαριεῖ Ιερουσαλημ
ἐν ἁγιασμῷ ὡς καὶ τὸ ἀπ᾽ ἀρχῆς. |
31 |
ἔρχεσθαι ἔθνη ἀπ᾽ ἄκρου τῆς
γῆς ἰδεῖν τὴν δόξαν
αὐτοῦ φέροντες δῶρα τοὺς
ἐξησθενηκότας υἱοὺς αὐτῆς
[cf. Isa 66:18-20].
καὶ ἰδεῖν τὴν δόξαν κυρίου ἣν
ἐδόξασεν αὐτὴν [Jerusalem]
ὁ θεός, |
32 |
καὶ αὐτὸς βασιλεὺς
δίκαιος διδακτὸς ὑπὸ θεοῦ ἐπ᾽ αὐτούς.
καὶ οὐκ ἔστιν ἀδικία ἐν ταῖς
ἡμέραις αὐτοῦ,
ὅτι πάντες ἅγιοι καὶ
βασιλεὺς αὐτῶν Χριστὸς Κυρίου.* |
33 |
οὐ γὰρ ἐλπιεῖ ἐπὶ ἵππον καὶ
ἀναβάτην καὶ τόξον
οὐδὲ πληθυνεῖ αὑτῷ
χρυσίον οὐδὲ ἀργύριον εἰς πόλεμον
καὶ πολλοῖς λαοῖς οὐ
συνάξει ἐλπίδας εἰς ἡμέραν πολέμου. |
34 |
κύριος αὐτὸς βασιλεὺς αὐτοῦ,
ἐλπὶς τοῦ δυνατοῦ ἐλπίδι
θεοῦ,
καὶ ἐλεήσει πάντα τὰ ἔθνη
ἐνώπιον αὐτοῦ ἐν φόβῳ. |
35 |
πατάξει γὰρ γῆν τῷ λόγῳ
τοῦ στόματος αὐτοῦ εἰς αἰῶνα.
εὐλογήσει λαὸν κυρίου ἐν
σοφίᾳ μετ᾽ εὐφροσύνης |
36 |
καὶ αὐτὸς καθαρὸς ἀπὸ
ἁμαρτίας τοῦ ἄρχειν λαοῦ μεγάλου.
ἐλέγξαι ἄρχοντας καὶ ἐξᾶραι
ἁμαρτωλοὺς ἐν ἰσχύι λόγου. |
37 |
καὶ οὐκ ἀσθενήσει ἐν
ταῖς ἡμέραις αὐτοῦ ἐπὶ θεῷ αὐτοῦ
ὅτι ὁ θεὸς κατειργάσατο αὐτὸν
δυνατὸν ἐν πνεύματι ἁγίῳ,
καὶ σοφὸν ἐν βουλῇ
συνέσεως μετὰ ἰσχύος καὶ δικαιοσύνης. |
38 |
καὶ εὐλογία κυρίου μετ᾽
αὐτοῦ ἐν ἰσχύι |
39 |
ἡ ἐλπὶς αὐτοῦ ἐπὶ κύριον.
καὶ τίς δύναται πρὸς αὐτόν; |
40 |
ἰσχυρὸς ἐν ἔργοις αὐτοῦ
καὶ κραταιὸς ἐν φόβῳ θεοῦ.
ποιμαίνων τὸ ποίμνιον κυρίου
ἐν πίστει καὶ δικαιοσύνῃ
καὶ οὐκ ἀφήσει ἀσθενῆσαι
ἐν αὐτοῖς ἐν τῇ νομῇ αὐτῶν. |
41 |
ἐν ἰσότητι πάντας αὐτοὺς ἄξει
καὶ οὐκ ἔσται ἐν αὐτοῖς
ὑπερηφανία τοῦ καταδυναστευθῆναι ἐν αὐτοῖς
. |
42 |
αὕτη ἡ εὐπρέπεια τοῦ βασιλέως
Ισραηλ ἣν ἔγνω ὁ θεός
[cf. Isa 11]
ἀναστῆσαι αὐτὸν ἐπ᾽
οἶκον Ισραηλ παιδεῦσαι αὐτόν. |
43 |
τὰ ῥήματα αὐτοῦ πεπυρωμένα
ὑπὲρ χρυσίον τὸ πρῶτον τίμιον.
τίμιον ἐν συναγωγαῖς
διακρινεῖ λαοῦ φυλὰς ἡγιασμένου.
οἱ λόγοι αὐτοῦ ὡς λόγοι ἁγίων
ἐν μέσῳ λαῶν ἡγιασμένων. |
44 |
μακάριοι οἱ γενόμενοι ἐν
ταῖς ἡμέραις ἐκείναις,
ἰδεῖν τὰ ἀγαθὰ Ισραηλ ἐν
συναγωγῇ φυλῶν ἃ ποιήσει ὁ θεός. |
45 |
ταχύναι ὁ θεὸς ἐπὶ
Ισραηλ τὸ ἔλεος αὐτοῦ.
ῥύσαιτο ἡμᾶς ἀπὸ ἀκαθαρσίας
ἐχθρῶν βεβήλων. |
46 |
κύριος αὐτὸς βασιλεὺς
ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἔτι. |
|
--- Pseudepigrapha,
Psalms
of Solomon 17:11-46 |
* |
Experts generally agree
that the nominative Κυρίος in extant
mss. of this Jewish composition is the product of a misreading
of the original Hebrew by the Hellenistic translator or a later
Christian copyist. This text follows recent published editions
of the Psalm in restoring the genitive form Κυρίου
which lets the text be read as the traditional Judaic
designation of a royal descendant of David (as invoked in v.
21). |