|



Click on
title of any passage numbered in red to access an English translation.
|
195. |
Root of Wisdom |
| 6 |
ῥίζα
σοφίας τίνι ἀπεκαλύφθη;
καὶ
τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω; |
| 8 |
εἷς ἐστιν
σοφός, φοβερὸς σφόδρα,
καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ. |
| 9 |
<κύριος
αὐτὸς ἔκτισεν αὐτὴν...
καὶ
ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, |
| 10 |
μετὰ
πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ,
καὶ
ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν. |
| |
--- Septuagint,
Sirach
1:6-10 |

|
196. |
Limit to Human
Understanding |
| 21 |
χαλεπώτερά σου μὴ ζήτει
καὶ
ἰσχυρότερά σου μὴ ἐξέταζε· |
| 22 |
ἃ
προσετάγη σοι, ταῦτα διανοοῦ,
οὐ
γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν. |
| 23 |
<ἐν τοῖς
περισσοῖς τῶν ἔργων
σου μὴ περιεργάζου·
πλείονα γὰρ συνέσεως
ἀνθρώπων ὑπεδείχθη σοι. |
| 24 |
πολλοὺς
γὰρ ἐπλάνησεν ἡ ὑπόλημψις αὐτῶν,
καὶ
ὑπόνοια πονηρὰ ὠλίσθησεν
διανοίας αὐτῶν. |
| |
--- Septuagint,
Sirach
3:21-24 |

|
197. |
The Scholar's
Life |
| 1 |
Πλὴν τοῦ
ἐπιδιδόντος τὴν ψυχὴν αὐτοῦ
καὶ
διανοουμένου ἐν νόμῳ
ὑψίστου,
σοφίαν πάντων ἀρχαίων
ἐκζητήσει
καὶ
ἐν προφητείαις ἀσχοληθήσεται, |
| 2 |
διήγησιν
ἀνδρῶν ὀνομαστῶν συντηρήσει
καὶ
ἐν στροφαῖς παραβολῶν
συνεισελεύσεται, |
| 3 |
ἀπόκρυφα
παροιμιῶν ἐκζητήσει
καὶ
ἐν αἰνίγμασι παραβολῶν
ἀναστραφήσεται. |
| 4 |
ἀνὰ μέσον
μεγιστάνων ὑπηρετήσει
καὶ
ἔναντι ἡγουμένων ὀφθήσεται·
ἐν
γῇ ἀλλοτρίων ἐθνῶν διελεύσεται,
ἀγαθὰ γὰρ καὶ κακὰ
ἐν ἀνθρώποις ἐπείρασεν. |
| 5 |
τὴν
καρδίαν αὐτοῦ ἐπιδώσει
ὀρθρίσαι πρὸς κύριον τὸν
ποιήσαντα αὐτὸν
καὶ
ἔναντι ὑψίστου δεηθήσεται·
καὶ
ἀνοίξει στόμα αὐτοῦ ἐν προσευχῇ
καὶ
περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται. |
| 6 |
ἐὰν
κύριος ὁ μέγας θελήσῃ,
πνεύματι συνέσεως
ἐμπλησθήσεται·
αὐτὸς ἀνομβρήσει
ῥήματα σοφίας αὐτοῦ
καὶ
ἐν προσευχῇ ἐξομολογήσεται
κυρίῳ· |
| 7 |
αὐτὸς
κατευθυνεῖ βουλὴν αὐτοῦ
καὶ ἐπιστήμην
καὶ
ἐν τοῖς ἀποκρύφοις αὐτοῦ
διανοηθήσεται· |
| 8 |
αὐτὸς
ἐκφανεῖ παιδείαν διδασκαλίας
αὐτοῦ
καὶ
ἐν νόμῳ διαθήκης κυρίου
καυχήσεται. |
| 9 |
αἰνέσουσιν τὴν σύνεσιν
αὐτοῦ πολλοί,
καὶ
ἕως τοῦ αἰῶνος οὐκ
ἐξαλειφθήσεται·
οὐκ
ἀποστήσεται τὸ μνημόσυνον
αὐτοῦ,
καὶ
τὸ ὄνομα αὐτοῦ ζήσεται
εἰς γενεὰς γενεῶν· |
| 10 |
τὴν
σοφίαν αὐτοῦ διηγήσονται
ἔθνη,
καὶ
τὸν ἔπαινον αὐτοῦ ἐξαγγελεῖ
ἐκκλησία· |
| 11 |
ἐὰν
ἐμμείνῃ, ὄνομα καταλείψει
ἢ χίλιοι,
καὶ
ἐὰν ἀναπαύσηται, ἐκποιεῖ
αὐτῷ. |
| |
--- Septuagint,
Sirach
39:1-11 |

|