Click on
title of any passage numbered in red to access an English translation.
8. |
Mattathias' Zeal
for the Torah |
15 |
Καὶ ἦλθον
οἱ παρὰ τοῦ βασιλέως
[Antiochus
IV]
οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς
Μωδεϊν τὴν πόλιν,
ἵνα θυσιάσωσιν. |
16 |
καὶ
πολλοὶ ἀπὸ Ισραηλ πρὸς αὐτοὺς προσῆλθον· καὶ
Ματταθιας καὶ
οἱ υἱοὶ αὐτοῦ συνήχθησαν... |
23 |
καὶ ὡς
ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνὴρ Ιουδαῖος ἐν
ὀφθαλμοῖς πάντων θυσιάσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδεϊν κατὰ τὸ
πρόσταγμα τοῦ βασιλέως. |
24 |
καὶ εἶδεν
Ματταθιας καὶ ἐζήλωσεν, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ
ἀνήνεγκεν θυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν
βωμόν· |
25 |
καὶ τὸν
ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ
ἐκείνῳ καὶ τὸν βωμὸν καθεῖλεν... |
27 |
καὶ
ἀνέκραξεν Ματταθιας ἐν τῇ πόλει φωνῇ μεγάλῃ λέγων
Πᾶς ὁ ζηλῶν τῷ νόμῳ [=Torah]
καὶ ἱστῶν διαθήκην ἐξελθέτω ὀπίσω μου. |
28 |
καὶ
ἔφυγεν αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη καὶ ἐγκατέλιπον ὅσα
εἶχον ἐν τῇ πόλει. |
29 |
Τότε
κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον
καθίσαι ἐκεῖ, |
30 |
αὐτοὶ καὶ
οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ὅτι
ἐσκληρύνθη ἐπ᾽ αὐτοὺς τὰ κακά [of Hellenization]. |
|
--- Septuagint,
1
Maccabees 2:15-16,
23-30 |
9. |
Hasidic Jews
enforce Torah |
42 |
τότε
συνήχθησαν πρὸς αὐτοὺς
[Mattathias
and his sons]
συναγωγὴ Ασιδαίων
ἰσχυροὶ
δυνάμει ἀπὸ Ισραηλ, πᾶς ὁ ἑκουσιαζόμενος
τῷ
νόμῳ [=Torah]. |
43 |
καὶ
πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς καὶ
ἐγένοντο αὐτοῖς εἰς στήριγμα. |
44 |
καὶ
συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ
ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη
σωθῆναι. |
45 |
καὶ
ἐκύκλωσεν Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ καθεῖλον τοὺς βωμοὺς.
|
46 |
καὶ
περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα, ὅσα εὗρον ἐν ὁρίοις Ισραηλ,
ἐν ἰσχύι |
47 |
καὶ
ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηφανίας, καὶ κατευοδώθη τὸ ἔργον ἐν
χειρὶ αὐτῶν· |
48 |
καὶ
ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ τῶν βασιλέων καὶ
οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ. |
|
--- Septuagint,
1
Maccabees 2:42-48 |
10. |
Judah Maccabee
plans attack on Jerusalem |
55 |
καὶ μετὰ
τοῦτο κατέστησεν
Ιουδας
(Μακκαβαῖος)
ἡγουμένους
τοῦ λαοῦ, χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ
δεκαδάρχους. |
56 |
καὶ εἶπεν
τοῖς οἰκοδομοῦσιν οἰκίας καὶ μνηστευομένοις γυναῖκας καὶ
φυτεύουσιν ἀμπελῶνας καὶ δειλοῖς ἀποστρέφειν ἕκαστον εἰς τὸν
οἶκον αὐτοῦ κατὰ τὸν νόμον
[Deut. 20:5-8]. |
57 |
καὶ
ἀπῆρεν ἡ παρεμβολή, καὶ παρενέβαλον κατὰ νότον Αμμαους. |
58 |
καὶ εἶπεν
Ιουδας:
Περιζώσασθε καὶ γίνεσθε εἰς υἱοὺς δυνατοὺς καὶ γίνεσθε ἕτοιμοι
εἰς πρωὶ τοῦ πολεμῆσαι ἐν τοῖς ἔθνεσιν τούτοις τοῖς
ἐπισυνηγμένοις ἐφ᾽ ἡμᾶς ἐξᾶραι ἡμᾶς καὶ τὰ ἅγια ἡμῶν· |
59 |
ὅτι
κρεῖσσον ἡμᾶς ἀποθανεῖν ἐν τῷ πολέμῳ ἢ ἐπιδεῖν ἐπὶ τὰ κακὰ τοῦ
ἔθνους ἡμῶν καὶ τῶν ἁγίων. |
60 |
ὡς δ᾽ ἂν
ᾖ θέλημα ἐν οὐρανῷ, οὕτως ποιήσει. |
|
--- Septuagint,
1
Maccabees 3:55-60 |
11. |
Purification of
the Temple |
36 |
Εἶπεν δὲ
Ιουδας
(Μακκαβαῖος)
καὶ
οἱ ἀδελφοὶ αὐτοῦ
᾿Ιδοὺ
συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν, ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ
ἐγκαινίσαι. |
37 |
καὶ
συνήχθη ἡ παρεμβολὴ πᾶσα καὶ ἀνέβησαν εἰς ὄρος Σιων. |
38 |
καὶ εἶδον
τὸ ἁγίασμα ἠρημωμένον καὶ τὸ θυσιαστήριον
βεβηλωμένον καὶ τὰς θύρας κατακεκαυμένας καὶ ἐν ταῖς αὐλαῖς φυτὰ
πεφυκότα ὡς ἐν δρυμῷ
(Gen 22:1)
ἢ ὡς ἐν
ἑνὶ τῶν ὀρέων (Gen 22:2),
καὶ τὰ
παστοφόρια καθῃρημένα... |
41 |
τότε
ἐπέταξεν Ιουδας ἀνδράσιν πολεμεῖν τοὺς ἐν τῇ ἄκρᾳ, ἕως καθαρίσῃ
τὰ ἅγια |
42 |
καὶ
ἐπελέξατο ἱερεῖς ἀμώμους θελητὰς νόμου
[Torah]; |
43 |
καὶ
ἐκαθάρισαν τὰ ἅγια καὶ ἦραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον
ἀκάθαρτον. |
44 |
καὶ
ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ
βεβηλωμένου, τί αὐτῷ ποιήσωσιν· |
45 |
καὶ
ἔπεσεν αὐτοῖς βουλὴ ἀγαθὴ καθελεῖν αὐτό, μήποτε γένηται αὐτοῖς
εἰς ὄνειδος ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό· καὶ καθεῖλον τὸ
θυσιαστήριον |
46 |
καὶ
ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου ἐν τόπῳ ἐπιτηδείῳ
μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν. |
47 |
καὶ
ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον καὶ ᾠκοδόμησαν
θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον. |
48 |
καὶ
ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου καὶ τὰς αὐλὰς ἡγίασαν. |
|
--- Septuagint,
1
Maccabees 4:36-48 |
|