[ Maccabean Revolt ] [ English Translation ] Index ] [ Search ] [ Hasmonean Dynasty] Rise of Antipater ]

Click on title of any passage numbered in red to access an English translation.

12. Hellenists take revenge on cHasidic Jews [161 BCE]
1 ῎Ετους ἑνὸς καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ [= 162 BCE] Δημήτριος (I) ὁ τοῦ Σελεύκου (IV), ἐκ ῾Ρώμης καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν καὶ ἐβασίλευσεν ἐκεῖ (of Syria)...
5 καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ Ισραηλ, καὶ ῎Αλκιμος ἡγεῖτο αὐτῶν βουλόμενος ἱερατεύειν.
6 καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα λέγοντες
᾿Απώλεσεν Ιουδας (Μακκαβαῖος) καὶ οἱ ἀδελφοὶ αὐτοῦ πάντας τοὺς φίλους σου, καὶ ἡμᾶς ἐσκόρπισεν ἀπὸ τῆς γῆς ἡμῶν·...
8 καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τῶν φίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ [Euphrates]...
9 καὶ ἀπέστειλεν αὐτὸν καὶ ῎Αλκιμον τὸν ἀσεβῆ καὶ ἔστησεν αὐτῷ τὴν ἱερωσύνην καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς Ισραηλ...
12 καὶ ἐπισυνήχθησαν πρὸς ῎Αλκιμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητῆσαι δίκαια.
13 καὶ πρῶτοι οἱ Ασιδαῖοι ἦσαν ἐν υἱοῖς Ισραηλ καὶ ἐπεζήτουν παρ᾽ αὐτῶν εἰρήνην·
14 εἶπον γάρ
῎Ανθρωπος ἱερεὺς ἐκ σπέρματος Ααρων ἦλθεν ἐν ταῖς δυνάμεσιν καὶ οὐκ ἀδικήσει ἡμᾶς.
15 καὶ [Alcimus] ἐλάλησεν μετ᾽ αὐτῶν λόγους εἰρηνικοὺς καὶ ὤμοσεν αὐτοῖς λέγων
Οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν.
16 καὶ ἐνεπίστευσαν αὐτῷ· καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον, ὃν ἔγραψεν αὐτόν.
  -- Septuagint, 1 Maccabees 7:1-16

13. Jews become allies of Rome [160 BCE]
1 Καὶ ἤκουσεν Ιουδας (Μακκαβαῖος) τὸ ὄνομα τῶν ῾Ρωμαίων, ὅτι εἰσὶν δυνατοὶ ἰσχύι καὶ αὐτοὶ εὐδοκοῦσιν ἐν πᾶσιν τοῖς προστιθεμένοις αὐτοῖς, καὶ ὅσοι ἂν προσέλθωσιν αὐτοῖς, ἱστῶσιν αὐτοῖς φιλίαν...
11 καὶ τὰς ἐπιλοίπους βασιλείας καὶ τὰς νήσους, ὅσοι ποτὲ ἀντέστησαν αὐτοῖς, κατέφθειραν καὶ ἐδούλωσαν αὐτούς...
17 Καὶ ἐπελέξατο Ιουδας τὸν Εὐπόλεμον υἱὸν Ιωαννου τοῦ Ακκως καὶ ᾿Ιάσονα υἱὸν Ελεαζαρου καὶ ἀπέστειλεν αὐτοὺς εἰς ῾Ρώμην στῆσαι φιλίαν καὶ συμμαχίαν
18 καὶ τοῦ ἆραι τὸν ζυγὸν ἀπ᾽ αὐτῶν, ὅτι εἶδον τὴν βασιλείαν τῶν ῾Ελλήνων καταδουλουμένους τὸν Ισραηλ δουλείᾳ...
21 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον αὐτῶν [the Romans].
22 καὶ τοῦτο τὸ ἀντίγραφον τῆς ἐπιστολῆς, ἧς ἀντέγραψαν ἐπὶ δέλτοις χαλκαῖς καὶ ἀπέστειλαν εἰς Ιερουσαλημ εἶναι παρ᾽ αὐτοῖς ἐκεῖ μνημόσυνον εἰρήνης καὶ συμμαχίας
23 Καλῶς γένοιτο ῾Ρωμαίοις καὶ τῷ ἔθνει Ιουδαίων
ἐν τῇ θαλάσσῃ καὶ ἐπὶ τῆς ξηρᾶς εἰς τὸν αἰῶνα,
καὶ ῥομφαία καὶ ἐχθρὸς μακρυνθείη ἀπ᾽ αὐτῶν
24 ἐὰν δὲ ἐνστῇ πόλεμος ῾Ρώμῃ προτέρᾳ ἢ πᾶσιν τοῖς συμμάχοις αὐτῶν ἐν πάσῃ τῇ κυριείᾳ αὐτῶν,
25 συμμαχήσει τὸ ἔθνος τῶν Ιουδαίων, ὡς ἂν ὁ καιρὸς ὑπογράφῃ αὐτοῖς, ...
27 κατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔθνει Ιουδαίων συμβῇ προτέροις πόλεμος, συμμαχήσουσιν οἱ ῾Ρωμαῖοι ἐκ ψυχῆς...."
  --- Septuagint, 1 Maccabees 8:1-27

14. Conquest of Samaria & Idumea
254 Ὑρκανὸς [the son of Judah Maccabee's brother, Simon]  δὲ ἀκούσας τὸν Ἀντιόχου (VII) θάνατον [129 BCE ] εὐθὺς ἐπὶ τὰς ἐν Συρίᾳ πόλεις ἐξεστράτευσεν οἰόμενος αὐτὰς εὑρήσειν, ὅπερ ἦν, ἐρήμους τῶν μαχίμων καὶ ῥύεσθαι δυναμένων.
255 Μήδαβαν μὲν οὖν πολλὰ τῆς στρατιᾶς αὐτῷ ταλαιπωρηθείσης ἕκτῳ μηνὶ εἷλεν, ἔπειτα καὶ Σαμόγαν καὶ τὰ πλησίον εὐθὺς αἱρεῖ Σίκιμά τε πρὸς τούτοις καὶ Γαριζεὶν τό τε Κουθαίων [= Samaritan] γένος,
256 ὃ περιοικεῖ τὸν εἰκασθέντα τῷ ἐν Ἱεροσολύμοις ἱερῷ ναόν, ὃν Ἀλέξανδρος ἐπέτρεψεν οἰκοδομῆσαι Σαναβαλλέτῃ* .... συνέβη δὲ τὸν ναὸν τοῦτον ἔρημον γενέσθαι μετὰ ἔτη διακόσια.
257 Ὑρκανὸς δὲ καὶ τῆς Ἰδουμαίας αἱρεῖ πόλεις Ἄδωρα καὶ Μάρισαν, καὶ ἅπαντας τοὺς Ἰδουμαίους ὑπὸ χεῖρα ποιησάμενος ἐπέτρεψεν αὐτοῖς μένειν ἐν τῇ χώρᾳ, εἰ περιτέμνοιντο τὰ αἰδοῖα καὶ τοῖς Ἰουδαίων νόμοις χρήσασθαι θέλοιεν.
  --- Josephus, Antiquities 13.254-257
* Sanballat was governor of Samaria in the mid-5th c. BCE under Persian rule, so the Samaritan temple must have been constructed more than a century before Alexander's conquest. Josephus' own account of Alexander's triumphant visit (333 BCE) to Jerusalem presupposes that the Samaritan temple was already in existence [Antiquities 11.343]. His confusion here is traceable to his earlier report that Alexander adorned both the Jewish & Samaritan temples.

15. A Jewish king Judaizes Galilee [104 BCE]
301 Τελευτήσαντος γὰρ αὐτοῖς τοῦ πατρὸς [Johanan Hyrcanus] ὁ πρεσβύτατος Ἀριστόβουλος (I) τὴν ἀρχὴν εἰς βασιλείαν μεταθεῖναι δόξας, ἔκρινεν γὰρ οὕτω, διάδημα πρῶτος ἐπιτίθεται μετὰ τετρακοσίων ἀριθμὸν ἐτῶν καὶ ὀγδοήκοντα καὶ ἑνὸς καὶ μηνῶν τριῶν ἀφ᾽ οὗ τῆς ὑπὸ Βαβυλωνίοις δουλείας ἀπαλλαγεὶς ὁ λαὸς εἰς τὴν οἰκείαν κατῆλθεν...
318 [Aristobulus I] βασιλεύσας ἐνιαυτόν, χρηματίσας μὲν Φιλέλλην, πολλὰ δ᾽ εὐεργετήσας τὴν πατρίδα, πολεμήσας Ἰτουραίους καὶ πολλὴν αὐτῶν τῆς χώρας [Galilee] τῇ Ἰουδαίᾳ προσκτησάμενος ἀναγκάσας τε τοὺς ἐνοικοῦντας, εἰ βούλονται μένειν ἐν τῇ χώρᾳ, περιτέμνεσθαι καὶ κατὰ τοὺς Ἰουδαίων νόμους ζῆν.
  --- Josephus, Antiquities 13.301, 318

16. Sibling Rivals lose their Kingdom [64 BCE]
34 Μετ᾽ οὐ πολὺ [64 BCE] δὲ Πομπηίου εἰς Δαμασκὸν ἀφικομένου καὶ κοίλην Συρίαν [Lebanon] ἐπιόντος ἧκον παρ᾽ αὐτὸν πρέσβεις ἐξ ὅλης Συρίας καὶ Αἰγύπτου καὶ ἐκ τῆς Ἰουδαίας...
41 ἔνθα δὴ καὶ τῶν Ἰουδαίων διήκουσεν καὶ τῶν ἡγουμένων αὐτῶν, οἳ πρός τε ἀλλήλους διεφέροντο Ὑρκανὸς (II) καὶ Ἀριστόβουλος (II) καὶ τὸ ἔθνος πρὸς ἀμφοτέρους, τὸ μὲν οὐκ ἀξιοῦν βασιλεύεσθαι: πάτριον γὰρ εἶναι τοῖς ἱερεῦσι τοῦ τιμωμένου παρ᾽ αὐτοῖς θεοῦ πειθαρχεῖν, ὄντας δὲ τούτους ἀπογόνους τῶν ἱερέων εἰς ἄλλην μετάγειν ἀρχὴν τὸ ἔθνος ζητῆσαι, ὅπως καὶ δοῦλον γένοιτο.
77 Τούτου τοῦ πάθους τοῖς Ἱεροσολύμοις αἴτιοι κατέστησαν Ὑρκανὸς καὶ Ἀριστόβουλος πρὸς ἀλλήλους στασιάσαντες: τήν τε γὰρ ἐλευθερίαν ἀπεβάλομεν καὶ ὑπήκοοι Ῥωμαίοις κατέστημεν καὶ τὴν χώραν, ἣν τοῖς ὅπλοις ἐκτησάμεθα τοὺς Σύρους ἀφελόμενοι, ταύτην ἠναγκάσθημεν ἀποδοῦναι τοῖς Σύροις,
78 καὶ προσέτι πλείω ἢ μύρια τάλαντα Ῥωμαῖοι ἐν βραχεῖ χρόνῳ παρ᾽ ἡμῶν εἰσεπράξαντο, καὶ ἡ βασιλεία πρότερον τοῖς κατὰ γένος ἀρχιερεῦσιν διδομένη, τιμὴ δημοτικῶν ἀνδρῶν ἐγένετο. [i.e., Herod].
91 [In 57 BCE Gabinius, Roman governor of Syria] πέντε δὲ συνέδρια καταστήσας εἰς ἴσας μοίρας διένειμε τὸ ἔθνος, καὶ ἐπολιτεύοντο οἱ μὲν ἐν Ἱεροσολύμοις οἱ δὲ ἐν Γαδάροις οἱ δὲ ἐν Ἀμαθοῦντι, τέταρτοι δ᾽ ἦσαν ἐν Ἱεριχοῦντι, καὶ τὸ πέμπτον ἐν Σαπφώροις τῆς Γαλιλαίας.
  --- Josephus, Antiquities 14.34, 41, 77-78, 91

[ Maccabean Revolt ] [ English Translation ] [ Index ] [ Search ] [ Hasmonean Dynasty] Rise of Antipater  ]

Perspective on the World of Jesus

with new translations from primary texts

Copyright © 1999-2023 by Mahlon H. Smith
All rights reserved.

an American Theological Library Association Selected Religion Website 
OCLC World catalog no. 62046512

[Hypertext links to this web page are invited. Brief quotations may be used in scholarly reviews and research providing the author is credited & the URL for this web page properly noted. But the text as a whole may not be posted or reproduced elsewhere without express written permission of the author.]