[ Hasmonean Regime ] [ English translation ] IHO Index ] [ Search ] [ House of Herod ] Herod's Reign of Terror  ]

Click on title of any passage numbered in red to access an English translation.

17. Caesar grants Antipater Roman Citizenship
127 [In 44 BCE] Μετὰ δὲ τὸν Πομπηίου θάνατον καὶ τὴν νίκην τὴν ἐπ᾽ αὐτῷ Καίσαρι πολεμοῦντι κατ᾽ Αἴγυπτον πολλὰ χρήσιμον αὑτὸν παρέσχεν Ἀντίπατρος ὁ τῶν Ἰουδαίων ἐπιμελητὴς ἐξ ἐντολῆς Ὑρκανοῦ.
137 Καταλύσας μέντοι Καῖσαρ μετὰ χρόνον τὸν πόλεμον καὶ εἰς Συρίαν ἀποπλεύσας ἐτίμησεν μεγάλως, Ὑρκανῷ μὲν τὴν ἀρχιερωσύνην βεβαιώσας, Ἀντιπάτρῳ δὲ πολιτείαν ἐν Ῥώμῃ δοὺς καὶ ἀτέλειαν πανταχοῦ.
  --- Josephus, Antiquities 14.127, 137

18. Antipater takes control of Judea
156 [In 47 BCE] Καῖσαρ δὲ διοικήσας τὰ κατὰ τὴν Συρίαν ἀπέπλευσεν. ὡς δὲ Καίσαρα προπέμψας ἐκ τῆς Συρίας Ἀντίπατρος εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν, ἀνεγείρει μὲν εὐθὺς τὸ τεῖχος ὑπὸ Πομπηίου καθῃρημένον καὶ τὸν κατὰ τὴν χώραν θόρυβον ἐπιὼν κατέστελλεν, ἀπειλῶν τε ἅμα καὶ συμβουλεύων ἠρεμεῖν:
157 τοὺς μὲν γὰρ τὰ Ὑρκανοῦ φρονοῦντας ἐν εὑδίᾳ διάξειν καὶ βιώσεσθαι τῶν ἰδίων ἀπολαύοντας κτημάτων ἀταράχως, προστιθεμένους δὲ ταῖς ἐκ τοῦ νεωτερίζειν ἐλπίσιν καὶ τοῖς ἀπ᾽ αὐτῶν κέρδεσιν προσανέχοντας αὐτὸν [Antipater] μὲν ἕξειν ἀντὶ προστάτου δεσπότην, Ὑρκανὸν δὲ ἀντὶ βασιλέως τύραννον, Ῥωμαίους δὲ καὶ Καίσαρα πικροὺς ἀνθ᾽ ἡγεμόνων πολεμίους: οὐ γὰρ ἀνέξεσθαι μετακινούμενον ὃν αὐτοὶ κατέστησαν. ταῦτα λέγων καθίστα τὰ κατὰ τὴν χώραν.  
  --- Josephus, Antiquities 14.156-157

19. Herod & Phasael suppress revolts
158 Βραδὺν δ᾽ [Antipater] ὁρῶν καὶ νωθῆ τὸν Ὑρκανὸν Φασάηλον μὲν τὸν πρεσβύτατον τῶν παίδων Ἱεροσολύμων καὶ τῶν πέριξ στρατηγὸν ἀποδείκνυσιν, τῷ δὲ μετ᾽ αὐτὸν Ἡρώδῃ τὴν Γαλιλαίαν ἐπέτρεψεν νέῳ παντάπασιν ὄντι: πεντεκαίδεκα γὰρ ἐγεγόνει μόνα ἔτη.
159 βλάπτει δὲ οὐδὲν αὐτὸν ἡ νεότης, ἀλλ᾽ ὢν τὸ φρόνημα γενναῖος ὁ νεανίας ἀφορμὴν εὑρίσκει παραχρῆμα εἰς ἐπίδειξιν τῆς ἀρετῆς. καταλαβὼν γὰρ Ἐζεκίαν τὸν ἀρχιλῃστὴν τὰ προσεχῆ τῆς Συρίας κατατρέχοντα σὺν μεγάλῳ στίφει, τοῦτον συλλαβὼν κτείνει καὶ πολλοὺς τῶν σὺν αὐτῷ λῃστῶν.
160 σφόδρα δὲ αὐτοῦ τὸ ἔργον τοῦτο ἠγάπησαν οἱ Σύροι: ποθοῦσι γὰρ αὐτοῖς ἀπηλλάχθαι τοῦ λῃστηρίου τὴν χώραν ἐκαθάρευσεν. ὕμνουν γοῦν αὐτὸν ἐπὶ τούτῳ κατά τε κώμας καὶ κατὰ πόλεις ὡς εἰρήνην αὐτοῖς παρεσχηκότα καὶ ἀσφαλῆ τῶν κτημάτων ἀπόλαυσιν. ἐγένετο δὲ διὰ τοῦτο καὶ Σέξστῳ Καίσαρι γνώριμος ὄντι συγγενεῖ τοῦ μεγάλου Καίσαρος καὶ διέποντι τὴν Συρίαν.
  --- Josephus, Antiquities 14.158-160

20. Herod defies High Priest & Sanhedrin
163 Οἱ δ᾽ ἐν τέλει τῶν Ἰουδαίων ὁρῶντες τὸν Ἀντίπατρον καὶ τοὺς υἱοὺς αὐτοῦ μεγάλως αὐξανομένους εὐνοίᾳ τε τῇ παρὰ τοῦ ἔθνους καὶ προσόδῳ τῇ τε παρὰ τῆς Ἰουδαίας καὶ τῶν Ὑρκανοῦ χρημάτων, κακοήθως εἶχον πρὸς αὐτόν:
165 ...καὶ προσελθόντες Ὑρκανῷ φανερῶς ἤδη κατηγόρουν Ἀντιπάτρου, καί ‘μέχρι πότε, ἔφασαν, ἐπὶ τοῖς πραττομένοις ἡσυχάσεις; ἦ οὐχ ὁρᾷς Ἀντίπατρον μὲν καὶ τοὺς παῖδας αὐτοῦ τὴν ἀρχὴν διεζωσμένους, σαυτὸν μέντοι τῆς βασιλείας ὄνομα μόνον ἀκούοντα;
166 ἀλλὰ μὴ λανθανέτω σε ταῦτα μηδὲ ἀκίνδυνος εἶναι νόμιζε ῥαθυμῶν περί τε σαυτῷ καὶ τῇ βασιλείᾳ: οὐ γὰρ ἐπίτροποί σοι τῶν πραγμάτων Ἀντίπατρος καὶ οἱ παῖδες αὐτοῦ νῦν εἰσιν, μηδὲ ἀπάτα σαυτὸν τοῦτο οἰόμενος, ἀλλὰ δεσπόται φανερῶς ἀνωμολόγηνται:
167 καὶ γὰρ Ἡρώδης ὁ παῖς αὐτοῦ Ἐζεκίαν ἀπέκτεινεν καὶ πολλοὺς σὺν αὐτῷ παραβὰς τὸν ἡμέτερον νόμον, ὃς κεκώλυκεν ἄνθρωπον ἀναιρεῖν καὶ πονηρὸν ὄντα, εἰ μὴ πρότερον κατακριθείη τοῦτο παθεῖν ὑπὸ τοῦ συνεδρίου. μὴ λαβὼν δὲ ἐξουσίαν παρὰ σοῦ ταῦτα ἐτόλμησεν.
168 Ὑρκανὸς δὲ ἀκούσας ταῦτα πείθεται: προσεξῆψαν δὲ αὐτοῦ τὴν ὀργὴν καὶ αἱ μητέρες τῶν ὑπὸ Ἡρώδου πεφονευμένων: αὗται γὰρ καθ᾽ ἑκάστην ἡμέραν ἐν τῷ ἱερῷ παρακαλοῦσαι τὸν βασιλέα καὶ τὸν δῆμον, ἵνα δίκην Ἡρώδης ἐν τῷ συνεδρίῳ τῶν πεπραγμένων ὑπόσχῃ, διετέλουν.
169 κινηθεὶς οὖν ὑπὸ τούτων Ὑρκανὸς Ἡρώδην ἐκάλει δικασόμενον ὑπὲρ ὧν διεβάλλετο....
171 καταστὰς δὲ ἐν τῷ συνεδρίῳ μετὰ τοῦ σὺν αὐτῷ τάγματος Ἡρώδης κατέπληξεν ἅπαντας καὶ κατηγορεῖν ἐθάρρει τὸ λοιπὸν οὐδεὶς τῶν πρὶν ἀφικέσθαι διαβαλλόντων, ἀλλ᾽ ἦν ἡσυχία καὶ τοῦ τί χρὴ ποιεῖν ἀπορία.
  --- Josephus, Antiquities 14.163-171

[ Hasmonean Regime ] [ English translation ] IHO Index ] [ Search ] [ House of Herod ] Herod's Reign of Terror  ]

Perspective on the World of Jesus

with new translations from primary texts

Copyright © 1999-2023 by Mahlon H. Smith
All rights reserved.

an American Theological Library Association Selected Religion Website 
OCLC World catalog no. 62046512

[Hypertext links to this web page are invited. Brief quotations may be used in scholarly reviews and research providing the author is credited & the URL for this web page properly noted. But the text as a whole may not be posted or reproduced elsewhere without express written permission of the author.]