[ Uprisings after Herod ] [ Greek texts ] IHO Index ] [ Search ] [ House of Herod ] Pilate & Caligula  ]

Click on title of any passage numbered in red to access an English translation.

34. Herod's Heirs Romanize their Territory
26 Κυρίνιος δὲ τὰ Ἀρχελάου χρήματα ἀποδόμενος ἤδη καὶ τῶν ἀποτιμήσεων πέρας ἐχουσῶν, αἳ ἐγένοντο τριακοστῷ καὶ ἑβδόμῳ ἔτει μετὰ τὴν Ἀντωνίου ἐν Ἀκτίῳ ἧτταν ὑπὸ Καίσαρος [Augustus] (6 CE), Ἰωάζαρον τὸν ἀρχιερέα καταστασιασθέντα ὑπὸ τῆς πληθύος ἀφελόμενος τὸ ἀξίωμα τῆς τιμῆς Ἄνανον (I) τὸν Σεθὶ καθίσταται ἀρχιερέα.
27 Ἡρώδης (Antipas) δὲ καὶ Φίλιππος τετραρχίαν ἑκάτερος τὴν ἑαυτοῦ παρειληφότες καθίσταντο. καὶ Ἡρώδης Σέπφωριν τειχίσας πρόσχημα τοῦ Γαλιλαίου παντὸς ἠγόρευεν αὐτὴν Αὐτοκρατορίδα ["the Emperor's city"]: Βηθαραμφθᾶ [ = Beth Haram] δέ, πόλις καὶ αὐτὴ τυγχάνει, τείχει περιλαβὼν Ἰουλιάδα ἀπὸ τοῦ αὐτοκράτορος προσαγορεύει τῆς γυναικός.*
28 Φίλιππος δὲ Πανεάδα τὴν πρὸς ταῖς πηγαῖς τοῦ Ἰορδάνου κατασκευάσας ὀνομάζει Καισάρειαν (Philippi), κώμην δὲ Βηθσαϊδὰ πρὸς λίμνῃ τῇ Γεννησαρίτιδι πόλεως παρασχὼν ἀξίωμα πλήθει τε οἰκητόρων καὶ τῇ ἄλλῃ δυνάμει Ἰουλίᾳ θυγατρὶ** τῇ Καίσαρος [Augustus] ὁμώνυμον ἐκάλεσεν.
  --- Josephus, Antiquities 18.26-28
* Augustus' wife's name was actually Livia Drusilla, but after the emperor's death (14 CE) she assumed the name of Julia Augusta. The fact that Antipas named Beth Haram "Julias" indicates that it was dedicated early in the reign of her son, Tiberius, whom she dominated.
** It is more likely that Bethsaida was named for Augustus' wife, since he banished his daughter in 2 CE for disgracing her family & her husband, Tiberius, in whose reign the city was dedicated.

35. The "Sea" of Galilee & the Jordan basin
506 Ἡ δὲ λίμνη Γεννησὰρ [= the Sea of Galilee] μὲν ἀπὸ τῆς προσεχοῦς χώρας καλεῖται, σταδίων δ᾽ εὖρος οὖσα τεσσαράκοντα [= 4.5 miles] καὶ πρὸς τούτοις ἑτέρων ἑκατὸν [= 11.5 miles] τὸ μῆκος γλυκεῖά τε ὅμως ἐστὶ καὶ ποτιμωτάτη:
508 ...γένη δὲ ἰχθύων ἐν αὐτῇ διάφορα πρὸς τοὺς ἀλλαχοῦ γεῦσίν τε καὶ ἰδέαν.
509 μέση δ᾽ ὑπὸ τοῦ Ἰορδάνου τέμνεται. καὶ δοκεῖ μὲν Ἰορδάνου πηγὴ τὸ Πάνειον, φέρεται δ᾽ ὑπὸ γῆν εἰς τοῦτο κρυπτῶς ἐκ τῆς καλουμένης Φιάλης.
510 ἡ δ᾽ ἐστὶν ἀνιόντων εἰς τὴν Τραχωνῖτιν ἀπὸ σταδίων ἑκατὸν εἴκοσι [= 14 miles] Καισαρείας (Philippi) τῆς ὁδοῦ κατὰ τὸ δεξιὸν μέρος οὐκ ἄπωθεν...
515 ἀρχόμενος δὲ φανεροῦ ῥεύματος ὁ Ἰορδάνης ἀπὸ τοῦδε τοῦ ἄντρου (of Pan) κόπτει μὲν τὰ τῆς Σεμεχωνίτιδος λίμνης [= Huleh] ἕλη καὶ τέλματα, διαμείψας δ᾽ ἑτέρους ἑκατὸν εἴκοσι σταδίους [= 14 miles] μετὰ πόλιν Ἰουλιάδα (Bethsaida) διεκπαίει τὴν Γεννησὰρ μέσην, ἔπειτα πολλὴν ἀναμετρούμενος ἐρημίαν εἰς τὴν Ἀσφαλτῖτιν ἔξεισι λίμνην [ = Dead Sea]. 
516 Παρατείνει δὲ τὴν Γεννησὰρ ὁμώνυμος χώρα θαυμαστὴ φύσιν τε καὶ κάλλος: οὔτε γὰρ αὐτή τι φυτὸν ἀρνεῖται διὰ τὴν πιότητα, καὶ πᾶν πεφυτεύκασιν οἱ νεμόμενοι, τοῦ δ᾽ ἀέρος τὸ εὔκρατον ἁρμόζει καὶ τοῖς διαφόροις.
519 ...πρὸς γὰρ τῇ τῶν ἀέρων εὐκρασίᾳ καὶ πηγῇ διάρδεται γονιμωτάτῃ, Καφαρναοὺμ αὐτὴν οἱ ἐπιχώριοι καλοῦσιν...
521 μῆκος δὲ τοῦ χωρίου παρατείνει κατὰ τὸν αἰγιαλὸν τῆς ὁμωνύμου λίμνης ἐπὶ σταδίους τριάκοντα, καὶ εὖρος εἴκοσι [about 3 x 2 miles]. ταῦτα μὲν οὕτως φύσεως ἔχει.
  --- Josephus, Jewish War 3.506-510, 515-521

36. Tiberias: new capital of Galilee
36 Ἡρώδης δὲ ὁ τετράρχης, ἐπὶ μέγα γὰρ ἦν τῷ Τιβερίῳ φιλίας προελθών, οἰκοδομεῖται πόλιν ἐπώνυμον αὐτῷ Τιβεριάδα τοῖς κρατίστοις ἐπικτίσας αὐτὴν τῆς Γαλιλαίας ἐπὶ λίμνῃ τῇ Γεννησαρίτιδι. θερμά τε οὐκ ἄπωθέν ἐστιν ἐν κώμῃ, Ἀμμαθοὺς ὄνομα αὐτῇ. [= Hammath].
37 σύγκλυδες δὲ ᾤκισαν, οὐκ ὀλίγον δὲ καὶ τὸ Γαλιλαῖον ἦν, καὶ ὅσοι μὲν ἐκ τῆς ὑπ᾽ αὐτῷ γῆς ἀναγκαστοὶ καὶ πρὸς βίαν εἰς τὴν κατοικίαν ἀγόμενοι, τινὲς δὲ καὶ τῶν ἐν τέλει. ἐδέξατο δὲ αὐτοῖς συνοίκους καὶ τοὺς πανταχόθεν ἐπισυναγομένους ἄνδρας ἀπόρους,
38 ἔστι δ᾽ οὓς μηδὲ σαφῶς ἐλευθέρους, πολλά τε αὐτοὺς κἀπὶ πολλοῖς ἠλευθέρωσεν καὶ εὐηργέτησεν ἀνάγκασμα τοῦ μὴ ἀπολείψειν τὴν πόλιν ἐπιθείς, κατασκευαῖς τε οἰκήσεων τέλεσι τοῖς αὐτοῦ καὶ γῆς ἐπιδόσει, εἰδὼς παράνομον τὸν οἰκισμὸν ὄντα καὶ ἀπὸ τοῦ Ἰουδαίοις πατρίου διὰ τὸ ἐπὶ μνήμασιν, ἃ πολλὰ τῇδε ἦν, ἀνῃρημένοις τὴν ἵδρυσιν τῇ Τιβεριάδι γενέσθαι: μιαροὺς δὲ ἐπὶ ἑπτὰ ἡμέρας εἶναι τοὺς οἰκήτορας ἀγορεύει ἡμῖν τὸ νόμιμον.
  --- Josephus, Antiquities 18.36-38

37. Antipas executes John the Baptizer
106 Τότε δὲ καὶ Φίλιππος, Ἡρώδου (Antipas) δὲ ἦν ἀδελφός, τελευτᾷ τὸν βίον εἰκοστῷ μὲν ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς [34 CE], ἡγησάμενος δὲ αὐτὸς ἑπτὰ καὶ τριάκοντα τῆς Τραχωνίτιδος καὶ Γαυλανίτιδος...
109 Ἐν τούτῳ δὲ στασιάζουσιν Ἀρέτας τε ὁ Πετραῖος βασιλεὺς καὶ Ἡρώδης διὰ τοιαύτην αἰτίαν: Ἡρώδης ὁ τετράρχης γαμεῖ τὴν Ἀρέτα θυγατέρα καὶ συνῆν χρόνον ἤδη πολύν...
110 ἐρασθεὶς δὲ Ἡρωδιάδος τῆς τούτου [=Rus] γυναικός, θυγάτηρ δὲ ἦν Ἀριστοβούλου καὶ οὗτος (half-)ἀδελφὸς αὐτῶν, Ἀγρίππου δὲ ἀδελφὴ τοῦ μεγάλου, τολμᾷ λόγων ἅπτεσθαι περὶ γάμου. καὶ δεξαμένης συνθῆκαι γίνονται μετοικίσασθαι παρ᾽ αὐτόν, ὁπότε ἀπὸ Ῥώμης παραγένοιτο. ἦν δὲ ἐν ταῖς συνθήκαις ὥστε καὶ τοῦ Ἀρέτα τὴν θυγατέρα ἐκβαλεῖν...
113 ὁ (Aretas) δὲ ἀρχὴν ἔχθρας ταύτην ποιησάμενος περί τε ὅρων ἐν γῇ τῇ Γαμαλικῇ, καὶ δυνάμεως ἑκατέρῳ συλλεγείσης εἰς πόλεμον καθίσταντο στρατηγοὺς ἀπεσταλκότες ἀνθ᾽ ἑαυτῶν.
114 καὶ μάχης γενομένης διεφθάρη πᾶς ὁ Ἡρώδου στρατὸς προδοσίας αὐτῷ γενομένης ὑπ᾽ ἀνδρῶν φυγάδων, οἳ ὄντες ἐκ τῆς Φιλίππου τετραρχίας Ἡρώδῃ συνεστράτευον...
117 κτείνει γὰρ δὴ τοῦτον Ἡρώδης (Antipas) ἀγαθὸν ἄνδρα καὶ τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκοῦσιν καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ πρὸς τὸν θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ συνιέναι: οὕτω γὰρ δὴ καὶ τὴν βάπτισιν ἀποδεκτὴν αὐτῷ φανεῖσθαι μὴ ἐπί τινων ἁμαρτάδων παραιτήσει χρωμένων, ἀλλ᾽ ἐφ᾽ ἁγνείᾳ τοῦ σώματος, ἅτε δὴ καὶ τῆς ψυχῆς δικαιοσύνῃ προεκκεκαθαρμένης.
118 καὶ τῶν ἄλλων συστρεφομένων, καὶ γὰρ ἥσθησαν ἐπὶ πλεῖστον τῇ ἀκροάσει τῶν λόγων, δείσας Ἡρώδης (Antipas) τὸ ἐπὶ τοσόνδε πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ ἀποστάσει τινὶ φέροι, πάντα γὰρ ἐῴκεσαν συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται πρίν τι νεώτερον ἐξ αὐτοῦ γενέσθαι προλαβὼν ἀνελεῖν τοῦ μεταβολῆς γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν μετανοεῖν.
119 καὶ ὁ μὲν ὑποψίᾳ τῇ Ἡρώδου δέσμιος εἰς τὸν Μαχαιροῦντα (in Perea) πεμφθεὶς τὸ προειρημένον φρούριον ταύτῃ κτίννυται. τοῖς δὲ Ἰουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ὄλεθρον ἐπὶ τῷ στρατεύματι γενέσθαι (in 36 CE) τοῦ θεοῦ κακῶσαι.
  --- Josephus, Antiquities 18.106-119
* Rus: Herod the Great's fourth son, whose given name was also Herod.

38. Agrippa replaces Antipas
178 [In 36 CE] Κἀν τούτῳ κατήγορος Ἡρώδου (Antipas) τοῦ τετραρχοῦντος Ἀγρίππας ( I ) υἱὸς Ἀριστοβούλου, ὃν ὁ πατὴρ Ἡρώδης ἀπέκτεινεν, παραγίνεται πρὸς Τιβέριον. τοῦ δὲ μὴ προσδεξαμένου τὴν κατηγορίαν μένων ἐπὶ Ῥώμης τούς τε ἄλλους τῶν γνωρίμων ἐθεράπευεν καὶ μάλιστα τὸν Γερμανικοῦ παῖδα Γάιον (Caligula) ἰδιώτην ἔτι ὄντα.  
179 καὶ δή ποτε ἑστιῶν αὐτὸν τά τε ἄλλα ποικίλως ἐφιλοφρονεῖτο καὶ τελευταῖον τὰς χεῖρας ἀνατείνας φανερῶς ηὔξατο θᾶττον αὐτὸν θεάσασθαι [Caligula] τῶν ὅλων δεσπότην ἀποθανόντος Τιβερίου.
180 τοῦτό τις τῶν οἰκετῶν αὐτοῦ διαγγέλλει τῷ Τιβερίῳ, καὶ ὃς ἀγανακτήσας εἵργνυσιν τὸν Ἀγρίππαν καὶ μετ᾽ αἰκίας εἶχεν αὐτὸν ἐπὶ μῆνας ἓξ ἐν δεσμωτηρίῳ, μέχρις αὐτὸς [Tiberius] ἐτελεύτησεν (in March 37 CE) ἡγεμονεύσας ἔτη δύο πρὸς τοῖς εἴκοσι καὶ τρεῖς ἡμέρας ἐπὶ μησὶν ἕξ.
181 Ἀποδειχθεὶς δὲ Γάιος Καῖσαρ ἀνίησίν τε τῶν δεσμῶν τὸν Ἀγρίππαν καὶ τῆς Φιλίππου τετραρχίας, θνήσκει γὰρ οὗτος, καθίστησι βασιλέα. [In 39 CE] παραγενόμενος δὲ εἰς τὴν ἀρχὴν Ἀγρίππας φθόνῳ τὰς Ἡρώδου τοῦ τετράρχου διήγειρεν ἐπιθυμίας.
182 >ἐνῆγε δὲ μάλιστα τοῦτον εἰς ἐλπίδα βασιλείας [Agrippa's sister] Ἡρωδιὰς ἡ γυνὴ κατονειδίζουσα τὴν ἀργίαν καὶ φαμένη παρὰ τὸ μὴ βούλεσθαι πλεῖν ἐπὶ Καίσαρα στερίσκεσθαι μείζονος ἀρχῆς: ὅπου μὲν γὰρ Ἀγρίππαν ἐξ ἰδιώτου βασιλέα πεποίηκεν, ἦπου γ᾽ ἂν ἐκεῖνον διστάσειεν ἐκ τετράρχου; τούτοις ἀναπεισθεὶς Ἡρώδης ἧκεν πρὸς Γάιον,
183 >ὑφ᾽ οὗ τῆς πλεονεξίας ἐπιτιμᾶται φυγῇ εἰς Γαλλίαν: ἠκολούθησεν γὰρ αὐτῷ κατήγορος Ἀγρίππας, ᾧ καὶ τὴν τετραρχίαν τὴν ἐκείνου προσέθηκεν Γάιος. καὶ Ἡρώδης μὲν ἐν Γαλλίᾳ συμφυγούσης αὐτῷ καὶ τῆς γυναικὸς τελευτᾷ.
  --- Josephus, Jewish War 2.178-183

[ Uprisings after Herod ] [ Greek texts ] IHO Index ] [ Search ] [ House of Herod ] Pilate & Caligula  ]

Perspective on the World of Jesus

with new translations from primary texts

Copyright © 1999-2023 by Mahlon H. Smith
All rights reserved.

an American Theological Library Association Selected Religion Website 
OCLC World catalog no. 62046512

[Hypertext links to this web page are invited. Brief quotations may be used in scholarly reviews and research providing the author is credited & the URL for this web page properly noted. But the text as a whole may not be posted or reproduced elsewhere without express written permission of the author.]