[ Apocalyptic Speculation ] [ English translation ] IHO Index ] [ Search ] Samaritan Theology  ]

Click on title of any passage numbered in red to access an English translation.

285. Logos Above All
31 ...καὶ ὁ λόγος δὲ θεοῦ ὑπεράνω παντός ἐστι τοῦ κόσμοῦ,
καὶ πρεσβύτατος καὶ γενικώτατος τῶν ὅσα γέγονε.
  --- Philo, Allegorical Interpretation 3.175

286. The Word & the World
8 ...οὐδὲν τῶν ἐν ὕλαις κραταιὸν οὕτως, ὡς τὸν κόσμον ἀχθοφορεῖν ἰσχῦσαι, λόγος δὲ ὁ ἀίδιος θεοῦ τοῦ αἰωνίου τὸ ὀχυρώτατον βεβαιότατον ἔρεισμα τῶν ὅλων ἐστίν.
9 οὕτος ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν ἀκρων ἐπὶ τὰ μέσα ταθεὶς δολιχεύει τὸν τῆς φύσεως δρόμον ἀήττητον συνάγων τὰ μέρη πάντα καὶ σφίγγων. δεσμὸν γὰρ αὐτὸν ἄρρηκτον τοῦ παντὸς ὁ γεννήσας ἐποίει πατήρ.
  --- Philo, Noah's Work, 8-9

287. The Word as Image of God
24 εἰ δέ τις ἐθελήσειε γυμνοτέροις χρήσασθαι τοῖς ὀνόμασιν, οὐδὲν ἂν ἕτερον εἴποι τὸν νοητὸν κόσμον εἶναι ἢ θεοῦ λόγον ἤδη οσμοποιοῦντος. οὐδὲ γὰρ ἡ νοητὴ πόλις ἕτερόν τί ἐστιν ἢ ὁ τοῦ ἀρχιτέκτονος λογισμὸς ἤδη τὴν πόλιν κτίζειν διανοουμένου.
25 τὸ δὲ δόγμα τοῦτο Μωυσέως ἐστίν, οὐκ ἐμόν. τὴν γοῦν ἀνθρώπου γένεσιν ἀναγράφων ἐν τοῖς ἔπειτα διαρρήδην ὁμολογεῖ, ὡς ἄρα κατ᾽ εἰκονα θεοῦ διετυπώθη. εἰ δέ τὸ μέρος εἰκὼν εἰκόνος, δῆλον ὅτι καὶ τὸ ὅλον. εἰ δ᾽ ὁ σύμπας αἰσθητὸς οὑτοσὶ κόσμος -- ὃ μεῖζον τῆς ἀνθρωπίνης ἐστίν -- μίμημα θείας εἰκόνος, δῆλον ὅτι καὶ ἡ ἀρχέτυπος σφραγίς, ὅν φαμεν νοητὸν εἶναι κόσμον, ἂν εἴη ὁ θεοῦ λόγος.
  --- Philo, Creation 24-25

288. The Father's House
3 ...πατρὸς δὲ οἶκος ὁ λόγος, ὅτι πατὴρ μὲν ἡμῶν ὁ νοῦς, σπείρων εἰς ἕκαστον τῶν μερῶν τὰς ἀφ᾽ ἑαυτοῦ δυνάμεις καὶ διανέμων εἰς αὐτὰ τὰς ἐνεργείας ἐπιμέλειάν τε καὶ ἐπιτροπὴν ἀνημμένος ἁπάντον. οἶκος δὲ, ἐν ᾧ διαιτᾶται, τῆς ἄλλης ὑπεξῃρημένος οἰκίας ὁ λόγος. καθάπερ γὰρ ἀνδρὸς ἑστία, καὶ νοῦ λόγος ἐνδιαίτημα.
4 ...μὴ θαυμάσῃς δὲ, εἰ νοῦ τὸν λόγον ἐν ἀνθρώπῳ κέκληκεν οἶκον. καὶ γὰρ τὸν τῶν ὅλων νοῦν, τὸν θεόν, οἶκον ἔχειν φησὶ τὸν ἑαυτοῦ λόγον... (Gen 28:17).
  --- Philo, Migration, 3-4

289. The Human Soul & the Word of God
139 ὅτι δὲ καὶ τὴν ψυχὴν ἄριστος ἦν, φανερόν. οὐδενὶ γὰρ ἑτέρῳ παραδείγμαι τῶν ἐν γενέσει πρὸς τὴν κατασκευὴν αὐτῆς ἔοικε χρήσασθαι, μόνῳ δ᾽ ὡς εἶπον τῷ ἑαυτοῦ λόγῳ. διό φησιν ἀπεικόνισμα καὶ μίμημα γεγενῆσθαι τούτου τὸν ἄνθρωπον ἐμπνευσθέντα εἰς τὸ πρόσωπον -- ἔνθα τῶν αἰσθήσεων ὁ τόπος αἷς τὸ μὲν σῶμα ἐψύχωσεν ὁ δημιουργός... ἀνάγκη δὲ παγκάλου παραδείγματος πάγκαλον εἶναι τὸ μίμημα. θεοῦ δὲ λόγος καὶ αὐτοῦ κάλλους, ὅπερ ἐστὶν ἐν τῇ φύσει κάλλος, ἀμείνων, οὐ κοσμούμενος κάλλει, κόσμος δ᾽ αὐτός, εἰ δεῖ ἀληθὲς εἰπεῖν, εὐπρεπέστατος ἐκείνου.
  --- Philo, Creation 139

290. Light & Logos
31 τὸ δὲ ἀόρατον καὶ νοητὸν φῶς ἐκεῖνο θείου λόγου γέγονεν εἰκὼν τοῦ διερμηνεύσαντος τὴν γένεσιν αὐτοῦ. καὶ ἔστιν ὑπερουράνιος ἀστήρ, πηγὴ τῶν αἰσθητῶν ἀστέρων...
  --- Philo, Creation 31a

291. The Light & The Truth
45 καὶ γὰρ εἰσιν "αἱ χεῖρες Μωυσεῖ βαρεῖα" (Exod 17:12).
ἐπειδὶ γὰρ αἱ τοῦ φαύλου πράξεις ἀνεμιαῖοί τε καὶ κοῦφαι, γένοιντ᾽ ἂν αἱ τοῦ σοφοῦ βαρεῖαι καὶ ἀκίνητοι οὐδ᾽ εὐσάλευτοι, παρὸ καὶ στηρίζονται ὑπό τε Ἀαρών, τοῦ λόγου,  καὶ Ὤρ, ὁ ἐστι φῶς.* οὐδὲν τῶν πραγμάτων φῶς ἐναργέστερόν ἐστιν ἀληθείας. βούλεται οὖν διὰ συμβόλων σοι παραστῆσαι ὅτι αἱ τοῦ σοφοῦ πράξεις στηρίζονται ὑπὸ τῶν ἀναγκαιτάτων: λόγου τε καὶ ἀληθείας. διὸ καὶ Ἀαρὼν ὅταν τελευτᾷ -- τουτέστιν ὅταν τελειωθῇ -- εἰς Ὤρ, ὅ ἐστι φῶς, ἀνέρχεται. τὸ γὰρ τέλος τοῦ λόγου ἀλήθειά ἐστιν ἡ φωτὸς τηλαυγεστέρα, εἰς ἣν σπουδάζει ὁ λόγος ἐλθεῖν.
  --- Philo, Allegorical Interpretation 3.45
* "Hor, the Light": An interpretation based on bilingual word play. The Hebrew Horeb (Mt. Hor) becomes 'or in the Greek version of the Torah from which Philo is working, because Greek lacks an aspirate consonant. But 'or in Hebrew means "light."

292. Darkness Banished
7 ἐν τῷ φαύλῳ ἡ ἀληθὴς περὶ θεοῦ δόξα ἐπεσκίασται καὶ ἀποκἀποκρύπτεται, σκότους γὰρ πλήρης ἐστὶ μηδὲν ἔχων ἐναύγασμα θεῖον, ᾧ τὰ ὄντα περισκέψεται. ὁ δὲ τοιοῦτος πεφυγάδευται θείου χοροῦ, καθάπερ ὁ λεπρὸς καὶ γονορρυής.
ὁ μὲν θεὸν καὶ γένεσιν, ἀντιπάλους φύσεις: δύο χρωμάτων ὄντων, ἀγαγὼν εἰς ταὐτο ὡς αἴτια, ἑνὸς ὄντος αἰτίου τοῦ δρῶντος, ὁ δὲ γονορρυὴς ἐκ κόσμου πάντα καὶ εἰς κόσμον ἀνάγων, ὑπὸ θεοῦ δὲ μηδὲν οἰόμενος γεγονέναι, Ἡρακλειτείου δόξης ἑταίρος: "κόρον καὶ χρησμοσύνην, καὶ ἓν τὸ πᾶν, καὶ πάντα ἀμοιβῇ εἰσάγων.
8 διό φησι καὶ ὁ θεῖος λόγος:
-- "ἐξαποστειλάτωσαν ἐκ τῆς ἁγίου ψυχῆς* πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐν ψυχῇ, ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ" (Num 5:2).
  --- Philo, Allegorical Interpretation 3.7-8
* "holy soul": Hebrew Bible has "camp."

293. God's Offspring
31 δημιουργὸς δὲ καὶ χρόνον θεός. καὶ γὰρ τοῦ πατρὸς αὐτοῦ πατὴρ -- πατὴρ δὲ χρόνου κόσμος -- τὴν κίνησιν αὐτοῦ γένεσιν ἀποφήνας ἐκείνου. ὥστε υἱωνοῦ τάξιν ἔχειν πρὸς θεὸν τὸν χρόνον. ὁ μὲν γὰρ κόσμος οὗτος νεώτεος υἱὸς θεοῦ, ἅτε αἰσθητὸς ὤν. τὸν γὰρ πρεσβύτερον -- νοητὸς δ᾽ ἐκεῖνος -- πρεσβείων ἀξιώσας παρ᾽ ἑαυτῷ καταμένειν διενοήθη.
  --- Philo, Unchangeableness 31

294. Time and Eternity
121 ὄντως γὰρ οὐκέτι μέμνηνται τοῦ αἰωίου, οἷς πρὸς καιρὸν ὁ βίος ἤνθησε, νομίζουσι γοῦν τὸν καιρὸν θεόν.
122 διὸ καὶ Μωυσῆς μαρτυρεῖ προτρέπων πολεμεῖν ταῖς ἐναντίαις δόξαις. λέγει γάρ:
-- "ἀφέστηκεν ὁ καιρὸς ἀπ᾽ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν" (Num 14:9c).
ὥσθ᾽ οἷς μὲν ὁ ψυχῆς βίος τετίμηται, λόγος θεῖος ἐνοικεῖ καὶ ἐμπεριπατεῖ. οἷς δ᾽ ὁ τῶν ἡδονῶν, ἐφήμερον καὶ κατεψευσμένην ἔχουσιν εὐκαιρίαν.
  --- Philo, Cain's Exile 121-122

295. Buried Treasure
91 πολλάκις δὲ ἐνετύχομεν τούτοις, ἃ μηδ᾽ ὄναρ πρότερον εἴδομεν. ὥσπερ γεωπόνον φασί τινες ὑπὲρ τοῦ τι τῶν ἡμέρων δένδρων φυτεῦσαι σκάπτοντα χωρίον θησαυρῷ περιτυχεῖν ἀνελπίστῳ χρησάμενον εὐτυχίᾳ.
92 ὁ γοῦν ἀσκητὴς πυθομένου τοῦ πατρὸς αὐτοῦ τῆς ἐπιστήμης τὸν τρόπον τοῦτον -- "τί τοῦτο ὃ ταχὺ εὗρες, τέκνον;" -- ἀποκρίνεται καὶ φησιν:
-- "ὃ παρέδωκε κύριος ὁ θεὸς ἐναντίον μου" (Gen 27:20).
ὅταν γὰρ ὁ θεὸς παραδιδῷ τὰ πῆς ἀιδίου σοφίας θεωρήματα καμάτου χωρὶς καὶ πόνου, ταῦτα ἐξαίφνης οὐ προσδοκήσαντες θησαυρὸν εὐδαιμίας τελείας εὑρίσκομεν.
  --- Philo, Unchangeableness, 91-92

296. Wisdom Liberates
136 δὲ Ῥεβέκκα κατέβη, φησίν, ἐπὶ τὴν πηγὴν πλῆσαι τὴν ὑδρίαν, καὶ ἀνέβη. πόθεν γὰρ τὴν φρονήσεως διψῶσαν διάνοιαν εἰκός ἐστι πληροῦσθαι πλὴν ἀπὸ σοφίας θεοῦ, τῆς ἀνελλιποῦς πηγῆς; εἰς ἣν κατιοῦσα ἀναβαίνει κατά τι συγγενὲς σπουδαίου μαθητοῦ;...
138 ὑδρευσαμένην οὖν ἀπὸ σοφίας, τῆς θείας πηγῆς, τὰς ἐπιστήμας ὁ φιλομαθὴς ἰδὼν ἐπιτρέχει καὶ ὑπαντιάσας ἱκέτης γίνεται, ὅπως τὴν τοῦ μαθεῖν δίψαν ἀκέσηται. ἡ δὲ τὸ πρεσβύτατον τῶν παιδευμάτων διδαχθεῖσα, τὸ ἀβάσκανον καὶ φιλόδωρον, εὐθὺς ὀρέγει τὸ σοφίας νᾶμα καὶ ἐμπιεῖν ἀθρόου παρακαλεῖ μετὰ τοῦ καὶ κύριον ὀνομάζειν τὸν οἰκέτην. τοῦτο δ᾽ ἐστὶ τὸ δογματικώτατον, ὅτι ὁ σοφὸς μόνος ἐλεύθερός τε καὶ ἄρχων, κἂν μυρίους τοῦ σώματος masters ἔχῃ δεσπότας.
  --- Philo, Cain's Exile 136, 138

297. True Worship
20 μηδ᾽ εἴ τις περιρραντηρίοις ἢ καθαρσίοις χρώμενος διάνοιαν μὲν ῥυπαίνει τὴν ἑαυτοῦ τὸ δὲ σῶμα φαιδρύνει. μηδ᾽ εἰ πάλιν ὑπὸ περιουσίας νεὼν ἱδρύεται λαμπροτάταις χορηγίαις καὶ δαπάναις χρώμενος ἢ ἑκατόμβας ἀνάγει καὶ βουθυτῶν οὐ παύεται ἢ πολυτελέσιν ἀναθήμασι κοσμεῖ τὸ ἱερὸν...μετ᾽ εὐσεβῶν ἀναγεγράφθω.
21 πεπλάνηται γὰρ καὶ οὗτος τῆς πρὸς εὐσέβειαν ὁδοῦ. θρησκείαν ἀντὶ ὁσιότητος ἡγούμενος καὶ δῶρα τῷ ἀδεκάστῳ διδοὺς οὐδέποτε ληψομένῳ τὰ τοιαῦτα καὶ κολακεύύων τὸν ἀκολκευτον, ὃς γνησίους μὲν θεραπείας ἀσπάζεται. γνήσιοι δ᾽ εἰσὶν αἱ ψυχῆς ψιλὴν καὶ μόνην θυσίαν φερούσης ἀλήθειαν....
  --- Philo, Worse vs. Better 20-21

298. The Great Mysteries
71 ὅταν γὰρ ὁ νοῦς μετεωροπολῇ καὶ τὰ τοῦ κυρίου μυστήρια μυῆται, πονηρὸν καὶ δυσμενὲς κρίνει τὸ σῶμα, ὅταν δὲ ἀποστῇ τῆς τῶν θείων ἐρεύνης, φίλον αὑτῷ καὶ συγγενὲς καὶ ἀδελφὸν ἡγεῖται...
100 Ἔστι δέ τις τελεώτερος καὶ μᾶλλον κεκαθαμένος νοῦς, τὰ μεγάλα μυστήρια μυηθείς, ὅστις οὐκ ἀπὸ τῶν γεγονότων τὸ αἴτιον γνωρίζει -- ὡς ἂν ἀπὸ σκιᾶς τὸ μένον --  ἀλλ᾽ ὑπερκύψας τὸ γενητὸν ἔμφασιν ἐναργῆ τοῦ ἀγενήτου λαμβάνει, ὡς ἀπ᾽ αὐτοῦ αὐτὸν καταλαμβάνειν ὡς τὴν σκιὰν αὐτοῦ, ὅπερ ἦν: τόν τε λόγον καὶ τόνδε τόν κόσμον.
  --- Philo, Allegorical Interpretation 3.71, 100

299. Initiation into Secrets
48 ταῦτα, ὦ μύσται κεκαθαρμένοι τὰ ὦτα, ὡς ἱερὰ ὄντος μυστήρια ψυχαῖς ταῖς ἑαυτῶν παραδέχεσθε, καὶ μηδενὶ τῶν ἀμυήτον ἐκλαλήσητε. ταμιευσάμενοι δὲ παρ᾽ ἑαυτοῖς φυλαττετε θησαυρόν, οὐκ ἐν ᾧ χρυσὸς καὶ ἄργυρος -- οὐσίαι φθαρταί -- κατάκεινται, ἀλλὰ τῶν ὄντων κτημάτων τὸ καλλιστεῦον: ἡ περὶ τοῦ αἰτίου καὶ ἀρετῆς καὶ τρίτου τοῦ γεννἡματος ἀμφοῖν ἐπιστήμη...
49 καὶ γὰρ ἐγὼ παρὰ Μωυσεῖ θεοφιλεῖ μυηθεὶς τὰ μεγάλα μυστήρια. ὅμως αὖθις Ἱερεμίαν τὸν προφήτην ἰδὼν καὶ γνούς ὅτι οὐ μόνον μύστης ἀλλὰ καὶ ἱεροφάντης ἱκανός, οὐκ ὤκνησα φοιτῆσαι πρὸς αὐτόν...
  --- Philo, Cherubim 48-49

300. Three Measures of Flour
1 ῎Ωφθη δὲ αὐτῷ (Abraham) ὁ θεὸς* πρὸς τῇ δρυὶ τῇ Μαμβρη ...
2 ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ...
6 καὶ ἔσπευσεν Αβρααμ ἐπὶ τὴν σκηνὴν πρὸς Σαρραν καὶ εἶπεν αὐτῇ:
-- "Σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας."
  --- Septuagint, Genesis 18:1-6
* Heb: YHWH

301. Interpretation of the Three Measures
59 καὶ γὰρ Ἀβραὰμ μετὰ σπουδῆς καὶ τάχους καὶ προθυμίας πάσης ἐλθὼν παρακελεύεται τῇ ἀρετῇ Σάρρᾳ σπεῦσαι καὶ φυρᾶσαι τρία μέτρα σεμιδάλεως καὶ ποιῆσαι ἐγκρυφίας (Gen 18:6), ἡνίκα ὁ θεὸς δορυφορούμενος ὑπὸ δυεῖν τῶν ἀνωτάτω δυνάμεων ἀρχῆς, τε αὖ καὶ ἀγαθότητος εἷς ὢν ὁ μέσος τριττὰς φαντασίας ἐνειργάζετο τῇ ὁρατικῇ ψυχῇ, ὧν ἑκάστη μεμέτρηται μὲν οὐδαμῶς, ἀπερίγραφος γὰρ ὁ θεός, ἀπερίγραφοι  δὲ καὶ αἱ δυνάμεις αὐτοῦ. μεμέτρηκε δὲ τὰ ὅλα. ἡ μὲν οὖν ἀγαθότης αὐτοῦ μέτρον ἀγαθῶν ἐστιν, ἡ δὲ ἐξουσία μέτρον ὑπηκόων, ὁ δὲ ἡγεμὼν αὐτός ἁπάντων καὶ σωμάτων καὶ ἀσωμάτων...
60 τὰ δὴ τρία μέτρα ταῦτα καλὸν ἐν ψυχῇ ὥσπερ φυραθῆναι τε καὶ συνενεχθῆναι, ἵνα πεισθεῖσα τὸν ἀνωτάτω εἶναι θεόν, ὃς ὑπερκέκυφε τὰς δυνάμεις ἑαυτοῦ καὶ χωρὶς αὐτῶν ὁρώμενος καὶ ἐν αὐτῖς ἐμφαινόμενος, δέξηται χαρακτῆρας ἐξουσίας τε καὶ εὐεργεσίας αὐτοῦ καὶ τῶν τελείων μύστις γενομένη τελεῶν μηδενὶ προχείρως ἐκλαλῇ τὰ μυστήρια, ταμιευομέη δὲ αὐτὰ καὶ ἐχεμυθοῦσα ἐν ἀπορρήτῳ φυλάττῃ. γέγραπται γὰρ, "ἐγκρυφίας ποιεῖν" ὅτι κεκρύφθαι δεῖ τὸν ἱερὸν περὶ τοῦ ἀγενήτου καὶ τῶν δυνάμεων αὐτοῦ μύστην λόγον, ἐπεὶ θείων παρακαταθήκην ὀργίων οὐ παντός ἐστι φυλάξαι.
  --- Philo, Sacrifices 59-60

302. Bread from Heaven
162 Ὅτι δὲ οὐ γήινοι ἀλλ᾽ οὐράνιοι αἱ ψυχῆς τροφαί, μαρτυρήσει διὰ πλειόνων ὁ ἱερὸς λόγος:
-- "ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συνάξουσι τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτούς, εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ" (Exod 16:4).
ὁρᾶς ὅτι οὐ γήινοις καὶ φθαρτοῖς τρέφεται ἡψυχή ἀλλ᾽ οἷς ἂν ὁ θεὸς ὀμβρήσῃ λόγοις ἐκ τῆς μεταρσίου καὶ καθαρᾶς φύσεως, ἣν οὐρανὸν κέκληκεν...
166 ...τὸ τῆς ἡμέρας οὖν εἰς ἡμέραν συναγαγέτω ἡ ψυχή, ἵνα μὴ ἑαυτὴν φύλακα τῶν ἀγαθῶν ἀλλὰ τῶν φιλόδωρον θεὸν ἀποφήνῃ...
169 -- "εἶπε δὲ αὐτοῖς Μωυσῆς:
--' Οὗτος ὁ ἄρτος, ὃν δέδωκεν ἡμῖν κύριος τοῦ φαγεῖν,
τοῦτο τὸ ῥῆμα
ὃ συνέταξε κύριος '" (Exod 16:15b-16a).
ὁρᾷς τῆς ψυχῆς τροφὴν οἵα ἐστί; λόγος θεοῦ συνεχής, ἐοικὼς δρόσῳ κύκλῳ πᾶσαν περιειληφὼς καὶ μηδὲν μέρος ἀμέτχον αὑτοῦ ἐῶν.
  --- Philo, Allegorical Interpretation 3.162, 166, 169

303. The World's Shepherd
50 ..."κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει" (Ps 23:1).
51 τοῦτο μέντοι τὸ ᾆσμα παντὶ φιλοθέῳ μελετᾶν ἐμπρεπές, τῷ δὲ δὴ κόσμῳ καὶ διαφερόντως. καθάπερ γὰρ τινα ποίμνην γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ καὶ ὅσα ἐν τούτοις φυτά τε αὖ καὶ ζῷα, τὰ μὲν θνητὰ τὰ δὲ θεῖα, ἔτι δὲ οὐρανοῦ φύσιν καὶ ἡλίου καὶ σελήνης περιόδους καὶ τῶν ἄλλων ἀστέρων τροάς τε αὖ καὶ χορείας ἐναρμονίους ὁ ποιμὴν καὶ βασιλεὺς θεὸς ἄγει κατὰ δίκην καὶ νόμον. προστησάμενος τὸν ὀρθὸν αὑτοῦ λόγον καὶ πρωτόγονον υἱόν, ὃς τὴν ἐπιμέλειαν τῆς ἱερᾶς ταύτης ἀγέλης οἷά τις μεγάλου βασιλέως ὕπαρχος διαδέξεται. καὶ γὰρ εἴρηταί που:
-- "Ἰδοὺ ἐγώ εἰμι,
ἀποστέλλω ἄγγελόν μου εἰς πρόσωπόν σου τοῦ φυλάξαι σε ἐν τῇ ὁδῷ" (Exod 23:20).
  --- Philo, Husbandry 50-51

304. The Word as Intercessor
205 τῷ δὲ ἀρχαγγέλῳ καὶ πεσβυτάτῳ λόγῳ δωρεὰν ἔδωκεν ἐξαίρετον ὁ τὰ ὅλα γεννήσας πατήρ, ἵνα μεθόριος στὰς τὸ γενόμενον διακίνῃ τοῦ πεποιηκότος. ὁ δ᾽ αὐτὸς ἱκέτης μέν ἐστι τοῦ θνητοῦ κηραίντος αἰεὶ πρὸς τὸ ἄφθαρτον, πρεσβευτὴς δὲ τοῦ ἡγεμόνος πρὸς τὸ ὑπήκοον.
206 ἀγάλλεται δὲ ἐπὶ τῇ δωρεᾷ καὶ σεμνυνόμενος αὐτὴν ἐκδιηγεῖται φάσκων:
-- "κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν" (Deut 5:5),
οὔτε ἀγένητος ὡς ὁ θεὸς ὢν οὔτε γενητὸς ὡς ὑμεῖς, ἀλλὰ μέσος τῶν ἄκρων, ἀμφοτέροις ὁμηρεύων, παρὰ μὲν τῷ φυτεύσαντι πίστιν τοῦ μὴ σύμπαν ἀφηνιάσαι ποτὲ καὶ ἀποστῆναι τὸ γεγονὸς ἀκοσμίαν ἀντὶ κόσμου ἑλόμενον, παρὰ δὲ τῷ φύντι πρὸς εὐελιπστίαν τοῦ μήποτε ἵλεω θεὸν περιιδεῖν ἴδιον ἔργον. ἐγὼ γὰρ ἐπικηρυκεύομαι τὰ εἰρηναῖα γενέσει παρὰ τοῦ καθαιρεῖν πολέμους ἐγνωκότος εἰρηνοφύλακος αἰεὶ θεοῦ.
  --- Philo, Who is Heir  205-206

305. Sons of Peace
41 παρὸ καὶ τοὺς λέγοντας:
-- "πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου, εἰρηνικοί ἐσμεν" (Gen 42:11),
τεθαύμακα τῆς εὐαρμόστου συμφωνίας.
-- "ἐπεὶ καὶ πῶς οὐκ ἐμέλλετε," φήσαιμ᾽ ἄν, "πολέμῳ μὲν δυσχεραίνειν, εἰρήνην δὲ ἀγαπᾶν; ἕνα καὶ τὸν αὐτὸν ἐπιγεγραμμένοι πατέρα -- οὐ θνητὸν ἀλλ᾽ ἀθάνατον -- ᾄνθρωπον θεοῦ, ὃς τοῦ ἀιδίου λόγος ὢν ἐξ ἀνάγκης καὶ  αὐτός ἐστιν ἄφθαρτος."
  --- Philo, Confusion  41

306. Whose Name is 'Rising'?
62 ἤκουσα μέντοι καὶ τῶν Μωυσέως ἑταίρων τινὸς ἀποφθεγξαμένου τοιόνδε λόγιον:
"ἰδοὺ, ἄνθρωπος ᾧ ὄνομα ἀνατολή" [Heb: "shoot"] (Zech 6:12).
καινοτάτη γε πρόσρησις, ἐάν γε τὸν ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα λέγεσθαι νομίσῃς. ἐάν δὲ τὸν ἀσώματον ἐκεῖνον, θείας ἀδιαφοροῦντα εἰκόνος, ὁμολογήσεις ὅτι εὐθυβολώτατον ὄνομα ἐπεφημίσθη " "τὸ ἀνατολῆς" αὐτῷ.
63 τοῦτον μὲν γὰρ πρεσβύτατον υἱὸν ὁ τῶν ὅλων ἀνέτειλε πατήρ, ὃν ἑτέρωθι πρωτγονον ὠνόμασε. καὶ ὁ γεννηθεὶς μέντοι, μιμούμενος τὰς τοῦ πατρὸς ὁδούς, πρὸς παραδείγματα ἀρχέτυπα ἐκείνου βλέπων, ἐμόρφου τὰ εἴδη.
  --- Philo, Confusion  62-63

307. Names of the Son
145 οἱ δὲ ἐπιστήμῃ κεχρημένοι τοῦ ἑνὸς υἱοὶ θεοῦ προσαγορεύονται δεόντως, καθὰ καὶ Μωυσῆς ὁμολογεῖ φάσκων:
-- "υἱοί ἐστε κυρίου τοῦ θεοῦ" (Deut 14:1) καὶ
-- "θεόν τὸν γεννήσαντά σε"  (Deut 32:18) καὶ
-- "οὐκ αὐτος οὗτός σου πατήρ;" (Deut 32:6).
ἕπεται μέντοι τοῖς οὕτω τὴν ψυχὴν διατεθεῖσι μόνον τὸ καλὸν ἀγαθὸν εἶναι νομίζειν, ὅπερ τῷ τέλει τῆς ἡδονῆς πρὸς ἐμπειροπολέμων ἀνδρῶν ἀντιτειχίζεται πρὸς ἀνατροπὴν καὶ καθαίρεσιν ἐκείνου.
146 κἂν μηδέπω μέντοι τυγχάνῃ τις ἀξιόχρεως ὢν υἱὸς θεοῦ προσαγορεύεσθαι, σπουδαζέω κοσμεῖσθαι κατὰ τὸν πρωτόγονον αὐτοῦ λόγον, τὸν ἀγγέλων πρεσβύτατον, ὡς ἂν ἀρχάγγελον, πολυώνυμον ὑπάρχοντα. καὶ γὰρ ἀρχὴ καὶ ὄνομα θεοῦ καὶ λόγος καὶ ὁ κατ᾽ εἰκόνα ἀνθρωπος καὶ ὁ ὁρῶν, Ἰσραήλ, προσαγορεύεται.
  --- Philo, Confusion  145-146

[ Apocalyptic Speculation ] [ English translation ] IHO Index ] [ Search ] Samaritan Theology  ]

Perspective on the World of Jesus

with new translations from primary texts

Copyright © 1999-2023 by Mahlon H. Smith
All rights reserved.

an American Theological Library Association Selected Religion Website 
OCLC World catalog no. 62046512

[Hypertext links to this web page are invited. Brief quotations may be used in scholarly reviews and research providing the author is credited & the URL for this web page properly noted. But the text as a whole may not be posted or reproduced elsewhere without express written permission of the author.]